89
ἦν καὶ τοῦ ἱεροῦ καταστροφή. ὁ δὲ Νεεμίας ἀπολυθεὶς ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ ἀνήγειρεν αὐ τήν· ἔκειτο γὰρ ἔρημος ἔτη οʹ. ὁ δὲ αὐτὸς Ἀρταξέρξης παρακλη θεὶς ὑπό τινων τῶν τῆς συγκλήτου αὐτοῦ καὶ τοὺς ὑπολοίπους Ἰουδαίους ἀπέλυσε. καὶ ὃς ἂν ἐβουλήθη τότε ἀνελθεῖν εἰς τὴν Ἱερουσαλήμ, ἀνῆλθε μετὰ Ἔσδρα τοῦ προφήτου καὶ ἡγουμένου, ᾧ τινὶ καὶ τὰ ἱερατικὰ σκεύη ἀνέθετο καὶ τὰς βίβλους τὰς ἱερατι 1.245 κὰς τὰς εὑρεθείσας. ὁ δὲ αὐτὸς Ἔσδρας τῶν μὴ εὑρεθέντων βι βλίων ἐξ ὑπομνήσεως αὐτοῦ γράφεσθαι ἐποίησε τὴν δύναμιν. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἐβασίλευσεν ἡ Μακεδονία χώρα, ἐν ᾗ πρῶτος ἐβασίλευσε Κραναὸς ἔτη κηʹ, καὶ λοιποὶ ἄλλοι βασι λεῖς κ ϛʹ ἕως Φιλίππου τοῦ πατρὸς Ἀλεξάνδρου. ἦσαν δὲ τότε Ἑλλήνων διδάσκαλοι καὶ ποιηταὶ Σοφοκλῆς, Ἡράκλειτος, Εὐριπίδης, Ἡρόδοτος, Σωκράτης καὶ ὁ μέγας Πυθαγόρας. ἦν δὲ ὁ Ἡρακλῆς γεννηθεὶς ἐν τοῖς ἀνωτέρω προειρημένοις χρόνοις, ἐν τῇ Λάτῳ τῆς Θήβης, ἐκ τοῦ γένους τῆς Ἀλκμήνης ὑπάρχων καὶ τοῦ Πίκου ∆ιός· ὃς ἀνετράφη ἐν τῇ Ἱσπανίᾳ χώρᾳ, καὶ ἀνδρεῖος γενόμενος ἦν τότε ἀπὸ τῶν Ἱσπανῶν ἐπὶ τὴν Ἰταλίαν φυγών, καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ληʹ. ὅστις ἔλαβε γυναῖκα τὴν Λύτβην τὴν Ἀτλέτου βασιλέως θυγατέρα· ὅθεν καὶ στήλας αὐτῷ χρυσο σφυρήτους ἀνέστησαν οἱ Ἰταλοὶ βασιλεῖς εἴτ' οὖν ῥῆγες ἐκ τοῦ γέ νους αὐτοῦ, αἵτινες στῆλαι μέχρι τοῦ παρόντος ἵστανται. τῆς δὲ Ἰταλίας ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ἀπὸ τῆς Αὐγῆς, Τελέφος, καὶ μετ' αὐτὸν υἱὸς αὐτοῦ Λατῖνος ἔτη ιηʹ, ὃς τοὺς Κτηταίους ἐπω νόμασε Λατίνους. Τότε Αἰνείας ὁ τοῦ Ἀγχίσου, ὁ Φρύξ, φεύγων ἐκ τῆς πορ θήσεως τῆς Ἰλίου ἀνῆλθεν ἐν τῇ Λιβύῃ πρὸς τὴν Φοίνισσαν ∆ιδὼ τὴν καὶ Ἔλισσαν. καὶ ἐνδιατρίψας ἐκεῖ, λάθρᾳ ἐάσας αὐτήν, φοβηθεὶς τὸν Ἰάρβαν βασιλέα τῆς Ἀφρικῆς ἔφυγεν. ἦν δὲ ἡ ∆ιδὼ ἐκ μικρᾶς πόλεως Χαρτικῆς, τῆς Φοινίκης παραλίας οὔσης, 1.246 μεταξὺ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος· ἥτις ∆ιδὼ ἦν πλουσιω τάτη, ἔχουσα ἄνδρα Σιχαῖον, ὃν ἐφόνευσεν ἐν κυνηγεσίῳ ὁ ἀδελ φὸς τῆς ∆ιδοῦς ὁ Πυγμαλίων, διαφθονούμενος αὐτῷ ὡς πολυευ πόρῳ καὶ δυνάστῃ. καταδιώκοντες γὰρ σύαγρον ἔφιπποι, ἤλασεν ἐκ τῶν ὄπισθεν κατ' αὐτοῦ τὸ δόρυ καὶ ἀπέκτεινε, καὶ λαβὼν τὸ σῶμα αὐτοῦ ἔρριψε κατὰ τοῦ κρημνοῦ. καὶ ὑποστρέψας εἶπε τοῖς διαφέρουσιν αὐτῷ ὅτι ἐκρημνίσθη διώκων τὸν σύαγρον. ἐβούλετο δὲ ὁ αὐτὸς Πυγμαλίων καὶ τὴν ἰδίαν ἀδελφὴν διαχειρίσασθαι καὶ λαβεῖν τὰ χρήματα αὐτῆς· ᾗ τινὶ ∆ιδοῖ ἐφάνη ὁ ἀνὴρ αὐτῆς Σι χαῖος ἐν ὁράματι, καὶ εἶπεν ὅτι ὁ ἀδελφός σου ἐφόνευσέ με, δεί ξας αὐτῇ καὶ τὸν τόπον τῆς πληγῆς. καὶ εἶπεν αὐτῇ "φύγε, μὴ καὶ σὲ φονεύσῃ." καὶ λοιπὸν ἡ αὐτὴ ∆ιδὼ λαθοῦσα τὸν ἴδιον ἀδελφὸν ἀνελάβετο πάντα χρήματα αὐτῆς, καὶ ἐμβᾶσα εἰς πλοῖον ἀπέπλευσεν ἐκ τῆς Φοινίκης, καὶ ἦλθεν εἰς τὴν Λιβύην, καὶ κτί ζει τὴν Χαρτάγαιναν, ἥτις ἐστὶ Νεάπολις· καὶ ἐβασίλευσεν ἐν αὐ τῇ, καὶ τελευτᾷ σωφρόνως ζήσασα. Ὁ δὲ ∆ιομήδης ὑπῆρχεν ἐξ Αἰτωλίας, φέρων τὸ γένος ἐκ τοῦ Οἰνέως, ὅστις Οἰνεὺς μετὰ τελευτὴν Ἐριβοίας ἠγάγετο τὴν Ἀλθαίαν, ἐξ ἧς ἔσχε τὸν Μελέαγρον καὶ τὴν ∆ηϊάνειραν, ἥντινα ἡρμόσατο Ἀχελῷος ὁ υἱὸς Ποσειδωνίου συγκλητικοῦ. ὁ γοῦν Ἀχελῷος πρὸ τοῦ γάμου ἔφθειρε τὴν ∆ηϊάνειραν λάθρᾳ, καὶ μετὰ ταῦτα λέγει τῷ Οἰνεῖ βασιλεῖ "οὐκ ἄλλως παραλαμβάνω ταύτην, εἰ μὴ παραχωρήσεις μοι διοικεῖν τὴν βασιλείαν σου." ὁ δὲ οὐκ ἐπείσθη. καὶ λοιπὸν σὺν τῷ ἰδίῳ πατρὶ ἀντῆρεν ὁ Ἀχελῷος ὁ 1.247 υἱὸς Ποσειδωνίου τῷ Οἰνεῖ καὶ ἐπολέμησεν αὐτῷ. καὶ ἀναγκα σθεὶς ὁ Οἰνεὺς προετρέψατο ἐκ τῆς Φθίας χώρας στρατηγὸν γενναῖον Ἡρακλέα τὸν λεγόμενον Πολύφημον, συνταξάμενος δοῦναι αὐτῷ τὴν θυγατέρα αὐτοῦ ∆ηϊάνειραν· ὃς ἐλθὼν μετὰ τῆς αὐτοῦ στρατιᾶς συνέβαλε πόλεμον μετὰ Ποσειδωνίου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀχελῴου, καὶ εἰς τὴν συμβολὴν ἀνεῖλε ξίφει ὁ Πολύφημος Ποσει δώνιον τὸν Ἀχελῴου πατέρα. διὰ τοῦτο ἐξέθεντο οἱ ποιηταὶ ὅτι τὸ κέρας τοῦ Ἀχελῴου ἀπέσπασεν ὁ Ἡρακλῆς, ὅπερ ἐστὶ τὴν πατρικὴν αὐτοῦ δύναμιν. ἑωρακὼς οὖν τὴν