90
πτῶσιν τοῦ ἰδίου πατρὸς ὁ Ἀχελῷος φεύγει ἔφιππος· διὸ καὶ γράφουσιν αὐτὸν ἱπποκένταυ ρον. καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν Πολύφημον Ἡρακλέα ἐπι στραφεὶς τοξεύει αὐτὸν ὁ Ἀχελῷος κατὰ τοῦ μαστοῦ. καὶ εὐθέως ὡς εἶχεν ὁ Ἡρακλῆς, ἀντετόξευσε τὸν Ἀχελῷον πλησίον τοῦ ποταμοῦ Εὐήνου. ὁ δὲ Ἀχελῷος ἐνῆκεν ἑαυτὸν ἀπὸ τοῦ ἵππου εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ καὶ ἀπώλετο· καὶ ἐξ ἐκείνου μετεκλήθη ὁ ποταμὸς Ἀχελῷος. ὁ δὲ Πολύφημος Ἡρακλῆς ἐκ τῆς πληγῆς τοῦ μαστοῦ αὐτοῦ μετ' ὀλίγας ἡμέρας τελευτᾷ. Μελέαγρος δὲ ὁ υἱὸς Οἰνέως, ἀδελφὸς τοῦ Τυδέως καὶ ∆ηϊανείρας, ἐποίησεν ἆθλον μέγαν, φονεύσας κάπρον ὃς ἐλυμαί νετο τὴν χώραν ἐκείνην πᾶσαν, τῆς κυνηγέτιδος Ἀταλάντης προ βαλούσης τόξῳ τὸν σύαγρον. καὶ μετὰ τὴν ἀναίρεσιν τοῦ θηρὸς τὸ δέρμα αὐτοῦ τῇ Ἀταλάντῃ Μελέαγρος ἐχαρίσατο, εἰς ἔρωτα ταύτης βληθείς. ἀπελθὼν δὲ ὁ Μελέαγρος εἰς τὸν ἑαυτοῦ πατέρα Οἰνέα ἀπῃτεῖτο παρ' αὐτοῦ τὰ νικητήρια τοῦ θηρός. καὶ μαθὼν 1.248 ὅτι τῇ Ἀταλάντῃ τὸ δέρμα ἐχαρίσατο, ὀργισθεὶς κατ' αὐτοῦ ἔλα βεν ὃν ἐφύλαττε θαλλὸν τῆς ἐλαίας ἡ Ἀλθαία, ὅντινα θαλλὸν τῆς ἐλαίας ἔγκυος οὖσα ἡ Ἀλθαία ἐπιθυμήσασα ἔφαγε, καὶ κατα πιοῦσα τὸ φύλλον τῆς ἐλαίας εὐθέως συνέτεκε τὸ τῆς ἐλαίας φύλ λον τῷ Μελεάγρῳ. περὶ οὗ χρησμὸς ἐδόθη τῷ πατρὶ αὐτοῦ Οἰνεῖ, τοσοῦτον χρόνον ζῆσαι τὸν Μελέαγρον ὅσον χρόνον φυλάττεται τὸ φύλλον τῆς ἐλαίας τὸ συγγενηθὲν αὐτῷ. ὅπερ φύλλον ἔκαυσεν ὁ Οἰνεὺς ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ, καὶ παραχρῆμα ἐτελεύτα. καὶ ὁ Εὐριπίδης δὲ δρᾶμα περὶ Μελεάγρου ἐξέθετο. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Οἰνέως ἐβασίλευσε τῆς Αἰτωλίας χώρας ὁ ἕτερος υἱὸς αὐτοῦ ὁ Τυδεύς, ὁ πατὴρ ∆ιομήδους, ὃς μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ ἐβασίλευσε τῆς τῶν Ἀργείων χώρας, ἀγαγόμενος ἐκ τοῦ Ἄργους γυναῖκα ὀνόματι Αἰγιάλειαν. καὶ ἀπονοηθεὶς κατέλυσε πολέμῳ τὴν ἰδίαν αὐτοῦ χώραν καὶ βα σιλείαν, ποιήσας αὐτὴν ὑπὸ τὴν τῶν Ἀργείων βασιλείαν· καὶ εὐ θέως ἐξώρμησε μετὰ τῶν Ἀχαιῶν ἐπὶ τὸ Ἴλιον. καὶ ἐπανελθὼν ἀπὸ τῆς Τροίας ἐπὶ τὸ ἴδιον βασίλειον οὐκ ἐδέχθη ὑπὸ τῶν αὐτοῦ. μαθὼν δὲ ὅτι ἡ γυνὴ αὐτοῦ Αἰγιάλεια κατασκευάζει αὐτῷ δόλον ὡς πορνευθεῖσα ὑπὸ τοῦ Κόμητος τοῦ συγκλητικοῦ αὐτῆς, ὅστις καὶ ἀνθίστατο αὐτῷ κραταιῶς ἅμα τῷ υἱῷ Ναυπλίου τῷ Αἴακι τὰ ὅμοια φωραθέντι, οἳ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πολλῷ σθένει ἀντεμάχουν αὐτῷ, ἰδὼν δὲ τούτους καὶ πᾶσαν τὴν Ἀργείαν χώραν ἀνθισταμένην αὐτῷ, καὶ μηδὲ εἰς τὴν ἰδίαν χώραν τὴν Αἰτωλίαν δυνάμενος ἀνελθεῖν, ἀνεχώρησεν ἀποπλεύσας ἐπὶ τὴν Καλαβρίαν 1.249 χώραν, καὶ κτίζει πόλιν ἐκεῖ παράλιον, ἣν ὠνόμασεν Ἀργυρίππην, τὴν νυνὶ Βενεβεντόν. Ὅτι ὁ Μῆδος ∆αρεῖος καὶ Ἀρταξέρξης καὶ Ἀστυάγης καὶ Ναβογίαδος ἐλέγετο. φασὶ δὲ αὐτὸν ὄνου ἔχειν ὦτα· πάππος δὲ ἦν Κύρου. οὗτος ἐζεύχθη τῇ Ἐσθὴρ διὰ κάλλος, καὶ τὸν ∆ανιὴλ ἐν μεγιστᾶσι κατέστησε. συσκευῆς δὲ ὑπὸ τῶν μεγιστάνων κατὰ ∆ανιὴλ γενομένης ἐν τῷ λάκκῳ αὐτὸν τῶν λεόντων ἐνέβαλεν· οὗ διασωθέντος ἐκεῖνοι τροφὴ τοῖς λέουσιν ἐμβληθέντες γεγόνασι. τοῦτον τὸν ∆αρεῖον Κῦρος ὁ Πέρσης ἀνελὼν τριάκοντα δύο ἔτη Βαβυλῶνος ἐκράτησεν. ἐφ' οὗ Κροῖσος ὁ Λυδὸς τῷ τε πολλῷ χρυσίῳ καὶ ταῖς νίκαις ἐπαρθεὶς δηλοῖ τῷ Κύρῳ ἢ παραχωρῆσαι τούτῳ τῆς βασιλείας Περσῶν, ἢ προσδέχεσθαι τοῦτον εἰς πόλε μον. Κῦρος δὲ τὸν ∆ανιὴλ εἰσκαλεσάμενος ἤκουσε παρεγγυῶντος θαρρεῖν, ὅτι καὶ Κροῖσον κατὰ κράτος νικήσεις καὶ εἰς Ἱερουσα λὴμ τὸν λαὸν Ἰσραὴλ ἀποστρέψεις. ἐπὶ αὐτοῦ τὰ κατὰ τὸν Μαρδοχαῖον καὶ Ἀμὰν καὶ ἡ διὰ τῆς Ἐσθὴρ ἀπολύτρωσις τῶν Ἑβραίων.ἐπὶ αὐτοῦ ∆ανιὴλ τὰς διὰ τοῦ Γαβριὴλ ὀπτασίας εἶδε, καὶ τὸν χρόνον τῆς παρουσίας τοῦ κυρίου ἔμαθε. κατὰ τούτους τοὺς χρό νους καὶ Σίβυλλα ἐν Σάμῳ ἐγνωρίζετο.
Κύρου τὸ πρῶτον ἔτος κόσμου ἦν #22δ Ϡνβʹ. Oὗτος ὁ Κῦρος αἰχμαλωτεύσας πολλοὺς βασιλεῖς καὶ ἔχων αὐτοὺς ἐν φυλακῇ προσέταξε κατὰ ἑορτὴν τοῖς ὤμοις αὐτῶν σύρειν τὸ τετράϊππον ἅρμα, ἐν ᾧ αὐτὸς ἐπωχεῖτο. εἷς δὲ ἐκ τῶν βασιλέων