91
ἐπιστρεφό 1.250 μενος συχνῶς ἑώρα τοὺς τροχοὺς ἀναβαίνοντας. ὃν θεασάμενος ὁ βασιλεὺς καὶ θυμωθεὶς ἤρετο τίνος χάριν πυκνῶς στρεφόμενος οὐκ ἐᾷ τὸ ἅρμα κατ' εὐθεῖαν τρέχειν. ὅσπερ μετὰ φόβου ἀπελο γήσατο "τοὺς τροχοὺς ὁρῶν ἀναβαίνοντας καὶ καταβαίνοντας ἐν νοῶ τὸ ἄστατον τοῦ βίου, πῶς τὰ κάτω ἄνω γίνονται καὶ τὰ ἄνω κάτω." ὅπερ ἀκούσας ὁ Κῦρος καὶ αἰσθόμενος ἔλυσεν αὐτόν, καὶ τιμήσας φιλοφρόνως ἀνεβίβασεν ἐν τῷ ἅρματι, καὶ ἐλευθερίας ἠξίωσεν οὐ μόνον αὐτὸν ἀλλὰ καὶ τοὺς λοιπούς. οὗτος ὁ Κῦρος Περσῶν καὶ Μήδων Χαλδαίων τε καὶ Ἀσσυρίων, Συρίας καὶ Λυδῶν ἐκράτησεν. Οὗτος τὸν Κροῖσον αἰχμαλωτίζει. καὶ θελήσας αὐτὸν πυρὶ κατακαῦσαι διὰ Σόλωνα ἐφείσατο τρόπῳ τοιῷδε. ἀπερχόμενος ὁ Κροῖσος καῆναι ἀνέκραξεν "ὦ Σόλων, ὦ Σόλων." τοῦτο ἀκού σας ὁ Κῦρος ἐπύθετο τίνος χάριν ὀνομάζει τὸν Σόλωνα, καὶ παρ' αὐτοῦ ἀκούει ὅτι ὅτε αἰχμαλωτεύσας τὸν Σόλωνα ἤνεγκα αὐτόν, καυχώμενος ἐν τῇ δόξῃ μου καὶ ἐν τῷ πλούτῳ τῆς βασιλείας μου εἶπον αὐτῷ "δύνασαι εὑρεῖν ὦ Σόλων εὐδαιμονέστερόν μου;" καὶ εἴρηκέ μοι ὅτι ∆ιογένης ὁ κυνικὸς εὐδαιμονέστερός σού ἐστι καὶ ἄλλοι πολλοί. ὃν ἀποπεμψάμενος ὡς ἔξηχον, ἀρτίως ᾐσθόμην ὅτι πάντα τοῦ κόσμου οὐδέν εἰσιν. ἴδε γὰρ ὅτι οὐδὲν ὠφελήθην ἐκ τοῦ πλούτου τῆς βασιλείας μου. τηνικαῦτα αἰσθόμενος ὁ Κῦ ρος οὐ μόνον αὐτὸν ἀτιμώρητον εἴασεν, ἀλλὰ καὶ τιμήσας σύμ βουλον προσήκατο καὶ παιδαγωγὸν τοῦ παιδὸς Καμβύσου. οὗτος 1.251 ὁ Κροῖσος βουλόμενος τῷ Κύρῳ μαχέσασθαι ᾔτησε χρησμόν, καὶ λαμβάνει τοιοῦτον "Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύ σει." ὃν μὴ νοηθεὶς τὴν βασιλείαν αὐτοῦ ἀπώλεσε. Κῦρος τοίνυν τὸν Κροῖσον ὑποτάξας, τὸν ∆ανιὴλ συμβιω τὴν διὰ τὴν προφητείαν εἶχε καὶ ὁμοέστιον. καὶ τῷ λαῷ δὲ τὴν ἐπάνοδον μετὰ λαμπροῦ τοῦ κηρύγματος ἐθέσπισε. τότε καὶ ὁ Βὴλ ταῖς αὐτοῦ συμβουλίαις κατεστράφη, καὶ ὁ δράκων τῇ τοῦ ∆ανιὴλ ἀντανῄρηται συνέσει, καὶ οἱ τούτου θεραπευταὶ ἀπώλοντο, καὶ αὐτὸς τὸ δεύτερον τῆς τῶν λεόντων ὠμότητος ἐρρύσθη, καὶ οἱ τοῦτον διαβαλόντες ἐν αὐτοῖς ἀντανῃροῦντο. οὗτος Κῦρος μὲν Ἑλληνιστὶ ἐκαλεῖτο, Ἀρταξέρξης δὲ καὶ Ἀρθασασθὰς Περσιστί.τοῦτον τὸν Κῦρον κτείνει ἡ βασιλὶς Μασσαγετῶν· προσποιησα μένη γὰρ διὰ μηνυμάτων εἶναι αὐτοῦ δούλη, ἔπεμψεν αὐτῷ δῶρα καὶ πρόβατα καὶ οἶνον πολὺν μετὰ ἀσκῶν, καὶ μεθυσάντων τῶν περὶ τὸν Κῦρον ἐξελθοῦσα σχεδὸν πάντας ἀπέκτεινε, καὶ λαβο μένη τοῦ Κύρου ἔβαλε τὴν κεφαλὴν αὐτοῦ εἰς ἀσκόν, λέγουσα "κορέσθητι, ἀκόρεστε Κῦρε." Μετὰ Βαλτάσαρ τὸν υἱὸν Ναβουχοδονόσορ ἐκράτησε τῆς ἀρχῆς ∆αρεῖος ὁ Ἀστυάγης ἔτη ιζʹ· ἐφ' οὗ ∆ανιὴλ τὸν ἑβδομη κονταετῆ τῆς μετοικεσίας χρόνον διαγινώσκει, καὶ τῶν ἑπτὰ ἑβδο μάδων αὐτῷ τὸ μυστήριον ἀποκαλύπτεται. καὶ εἴ τις ἀκριβῶς ἐξετάσαι βουληθῇ τὸν λόγον καὶ διαριθμήσασθαι τοὺς χρόνους, ἀρξάμενος ἀπὸ ἐξόδου λόγων κατὰ τὸν προφήτην τοῦ οἰκοδομηθῆ ναι Ἱερουσαλήμ, τουτέστιν ἀπὸ Νεεμίου υἱοῦ Ἀχελῆ τοῦ ἀρχιοι 1.252 νοχόου Ἀρταξέρξου, ὃς ἀξιωθεὶς καὶ ἐπιτραπεὶς ἄνεισιν οἰκοδο μῆσαι τὰ Ἱεροσόλυμα, εὑρήσει τὰς οʹ συμπεραινομένας ἑβδομά δας, ἔτη υ ϟʹ, ἐπὶ τὸν καιρὸν ἐκεῖνον ὅτε παλαιοῦται τὸ παράπτωμα καὶ συντελεῖται ἡ ἁμαρτία καὶ σφραγίζεται ὅραμα καὶ προφητεύει καὶ χρίεται ἅγιος ἁγίων, τουτέστιν ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ τὴν λοιπὴν πραγματείαν. Κῦρος ὁ Πέρσης καταλύσας τὴν Μήδων καὶ Ἀσσυρίων δυ ναστείαν, κρατήσας δὲ τῆς Ἀσίας ἁπάσης ἐβασίλευσεν ἔτη λαʹ. τούτου τῷ πρώτῳ ἐνιαυτῷ ἑβδομηκονταετὴς χρόνος τῆς μετοικεσίας συμπληροῦται. ἐν δὲ τῷ ἑπομένῳ ἔτει συγχωρεῖ τοὺς δυναμένους τῶν Ἑβραίων οἰκίζειν ἀνελθόντας εἰς Ἱεροσόλυμα, καὶ τὸν ναὸν οἰκοδομηθῆναι προσέταξε. τῆς δὲ ἐπανόδου ἡγοῦντο Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ μεγάλου ἱερέως καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, καὶ προφήτης Ἀγγαῖος, καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδώ. καταθέμενοι δὲ οἱ περὶ Ἰησοῦν τοῦ ναοῦ τὴν ἕδραν ἐφ' ὅλοις τεσσαράκοντα καὶ δύο ἔτεσι τὸ ἔργον ἐκωλύοντο συμπεραιῶσαι, μέχρις οὗ ∆αρεῖος ὁ