92
Ὑστάσπου, δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας, τοὺς ἐμποδίζον τας ἀναστείλας τελείαν ἐπιτρέπει τοῦ ναοῦ τὴν κατασκευήν. καὶ συμπληροῦται ἐν ἄλλοις τέτρασιν ἔτεσιν, ὥστε συντελεσθῆναι αὐ τὸν ἐν ὅλοις ἔτεσι μ ϛʹ. Καμβύσης ὁ καὶ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη ηʹ, Σφενδάνης καὶ Κιμέρδιος ἀδελφοὶ μάγοι μῆνας ζʹ. ∆αρεῖος ὁ Κύρου ἀπό γονος, Ὑστάσπου δὲ υἱός, τοῖς μάγοις ἐπιθέμενος καὶ κρατή 1.253 σας ἐβασίλευσε μέχρι συμπληρώσεως Ἱερουσαλὴμ ἔτη ἕξ, καὶ 1.253 πρὸς τούτοις ἕτερα λʹ. ἐπὶ τούτου Ἱπποκράτης ὁ ἰατρὸς ἐγνω ρίζετο. Ξέρξης ὁ ∆αρείου υἱὸς ἐβασίλευσεν ἔτη κʹ, Ἀρτάβανος μῆ νας ζʹ, Ἀρταξέρξης ὁ μακρόχειρ ἔτη μʹ. ἐπὶ τούτου τὰ κατὰ Ἐσθὴρ καὶ Μαρδοχαῖον καὶ Ἀμᾶν ἐπράχθη. ἐπὶ τούτου ᾠκοδομήθη Ἱερουσαλήμ, ὅπλοις τοὺς ἐνεργοῦντας περιτειχίσαντος. ἀπὸ τοῦ ὀγδόου ἔτους τούτου ἀριθμεῖσθαι δεῖ τὰς ἑβδομή κοντα ἑβδομάδας τῆς τοῦ ∆ανιὴλ ὀπτασίας μέχρι τῆς τοῦ κυρίου παρουσίας. Ἔδει δὲ τὰ κατὰ τὴν Ῥώμην προταχθῆναι τούτων ὡς ἀρ χαιότερα, ἀλλὰ διὰ τὴν συνέχειαν τῆς ἀκολουθίας ὑπερετέθησαν, καὶ τεθήσονται καθεξῆς μετὰ τὴν συμπλήρωσιν τῆς τῶν Ἀσσυ ρίων βασιλείας καὶ τῆς τῶν Ἑβραίων αἰχμαλωσίας. Ξέρξης ὁ Ἀρταξέρξου, ἐπικληθεὶς Νόθος, ἀνελὼν Σογδα νὸν ἐβασίλευσεν ἔτη ιθʹ. ∆αρεῖος ὁ Ὑστάσπου καὶ Παρυσάτιδος ἔτη λ ϛʹ, κόσμου ἔτη #22δ Ϡϟβʹ. οὗτος ἔτι ἰδιωτεύων ηὔξατο τῷ θεῷ, εἰ βασιλεύσει Περσῶν, ἀνεγεῖραι τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ πάντα τὰ Ἰουδαίων ἀποδοῦναι ἱερὰ σὺν τοῖς αἰχμαλώτοις καὶ πατρῴοις ἔθεσι. τούτων τῶν εὐχῶν καὶ Ζοροβάβελ ὁ τοῦ Σαλα θιὴλ ἀκουστὴς καὶ σύμβουλος γεγονὼς ὕστερον ἀνέμνησε, συνή θης ὤν. καὶ γὰρ ἀπεστάλη μὲν καὶ πρῶτον ὁ λαός, καὶ τῶν θεμελίων τοῦ ναοῦ ὑποβληθέντων ἐπαύθη ἡ οἰκοδομὴ ἐκ διαβολῆς 1.254 τῶν προσοίκων Σαμαρειτῶν. καὶ ἦσαν ἐν τῷ αὐτῷ σχήματι χρό νους μαʹ ἕως τοῦ δευτέρου ἔτους ∆αρείου. εἶτα πληροῦται ὁ ναὸς ἐπὶ ἓξ χρόνοις δι' ὑπομνήσεως καὶ χειρῶν Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, ἤγουν ἐν μζʹ ὅλοις ἐνιαυτοῖς ἀπὸ τοῦ πρώτου ἔτους Κύρου. διὸ καὶ εἴρηται παρὰ τῶν Ἰουδαίων πρὸς τὸν κύριον "ἐν μ ϛʹ ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;" ὁ γὰρ Σολομῶν ἐν ἑπτὰ ἔτεσι κατεσκεύασεν αὐτόν. ἦσαν δὲ οἱ ὑποστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας Βαβυλῶνος χιλιάδες κδʹ καὶ τξʹ, δοῦλοι δὲ ἑπτακισχίλιοι λζʹ. Ἡ δὲ τοῦ Ζοροβάβελ ὑπόμνησις τοιαύτη ἦν. τρεῖς σωμα τοφύλακες τοῦ βασιλέως εἰς ἑαυτοὺς διαλεχθέντες εἶπον "λαλήσω μεν τῷ βασιλεῖ ζητήματα, ἕκαστος περὶ τοῦ τί ἐστιν ἰσχυρότερον ἐν τῷ κόσμῳ, ὃ νικᾷ πάντα· καὶ οἷος ἂν εὑρεθῇ νικήσας, τιμη θήσεται παρὰ τοῦ βασιλέως." ὁ πρῶτος εἶπεν "ἰσχυρότερος ὁ οἶνος, καὶ νικᾷ πάντα." ὁ δεύτερος εἶπε "νικᾷ ὁ βασιλεύς, τὸ βούλεσθαι ἔχων τῇ δυνάμει σύνδρομον." ὁ τρίτος ὁ καὶ Ζορο βάβελ εἶπε "νικᾷ ἡ γυνή, καὶ ὑπὲρ πάντα ἡ ἀλήθεια." ὃς ἐπῃνέ θη, καὶ ἐδόθη αὐτῷ αἴτησις. ὁ δὲ ὑπέμνησε τὸν βασιλέα τῆς εὐχῆς, καὶ ἀπέλυσε τὸν λαὸν πάντα, καὶ τὴν πόλιν καὶ τὸν ναὸν ᾠκοδόμησεν. Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν ἐπιστολῶν τοῖς κατ' Αἴγυπτον Ἰουδαίοις γέγραπται περὶ Νεεμίου, ὅτι ἀνοικοδομήσας τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον καὶ μέλλων θυσίαν ἀναφέρειν ἔπεμψε 1.255 τοὺς ἐγγόνους τῶν ἱερέων ἐπὶ τὸ φρέαρ, ἐν ᾧ κατέκρυψαν οἱ πα τέρες αὐτῶν ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας λαβόντες ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, ὡς Ἱερεμίας φησί, τοῦ ἀγαγεῖν πῦρ ἐξ αὐτοῦ. οἱ δὲ ἀπελθόντες οὐχ εὗρον πῦρ, ἀλλ' ὕδωρ παχύ. ἐκέλευσε δὲ Νεεμίας ἀγαγεῖν ἐκ τούτου, καὶ ἐπιρρᾶναι τοῖς ξύλοις τοῖς ὑποκει μένοις τῇ θυσίᾳ. τοῦ δὲ ἡλίου ἀπὸ νέφους λάμψαντος ἀνήφθη πυρὰ μεγάλη κατὰ τῶν θυσιῶν καὶ ἐδαπάνησεν αὐτάς, ὥστε θαυ μάσαι πάντας καὶ δοξάσαι τὸν θεὸν μετ' εὐχῆς. Ὅτι ὁ Ξέρξης οὗτος Αἴγυπτον παραλαβὼν καὶ εἰς Ἀθήνας ἐλθών, ζεύξας τὸν Ἑλλήσποντον, ἐνέπρησεν αὐτάς. ἐν δὲ Ῥώμῃ Πορτίλα τις παρθένος ἐπὶ διαφθορᾷ καταγνωσθεῖσα ζῶσα κατω ρύγη. καὶ νόμοι ἐν Ῥώμῃ ἀπὸ Ἑλλάδος διὰ δώδεκα βιβλίων ἐπέμφθησαν. ἐν τούτοις τοῖς χρόνοις ἐρράγη ἐν Σικελίᾳ τὸ Αἰτναῖον ὄρος καὶ ἐξῆλθε πῦρ. καὶ