93
σεισμῶν γενομένων ἡ πρὸς Λόκροις Ἀταλάντη σχισθεῖσα νῆσος ἐγένετο. κατὰ τούτους τοὺς χρόνους καὶ οἱ Ἀθηναῖοι τοῖς κδʹ Ἑλληνικοῖς γράμμασιν ἐχρήσαντο, μόνα ι ϛʹ ὄντα πρότερον. καὶ Σωκράτης ἐξ ἀνοίας τῶν Ἀθηναίων τὸ κώνειον πιὼν ἐτελεύτα. Ἑλίκη καὶ ἡ Βοῦρα, πόλεις Ἀχαΐας, μεγάλοις σεισμοῖς κατεπτώθησαν· ὧν ἔτι κατὰ θάλασσαν τὰ ἴχνη φαίνονται τοῖς πλέουσιν ἀπὸ Πατρῶν ἐπὶ Κόρινθον δεξιᾷ. Ὅτι Σκηπίων Ἀφρικανὸς Ῥωμαῖος δικτάτωρ, πορθήσας Καρχηδόνα, Ἀφρικὴν τὴν χώραν μετωνόμασεν.
1.256 Ὅτι Γαλάται καὶ Κελτοὶ Ῥώμης ἐκράτουν πλὴν τοῦ Καπιτωλίου. Ἀριστοτέλης τῷ Πλάτωνι μαθητεύει ἀπὸ δεκαεπτὰ χρόνων τῆς ἡλικίας αὐτοῦ. Ἐπ' αὐτοῦ ∆ιονύσιος ἐτυράννει τῶν Σικελῶν, καθ' ὃν ὁ Πλάτων ἀποδημήσας ἱστορίας ἕνεκα τῶν λεγομένων Αἰτναίων κρατήρων τοῦ πυρὸς τῷ τυράννῳ γινώσκεται. ὃς καὶ ἐπερωτᾷ Πλάτωνα τίς εὐδαίμων ἐν ἀνθρώποις, ἐλπίζων ἀκοῦσαι παρὰ τοῦ φιλοσόφου ὅτι σύ. ὁ δὲ εἶπε "Σωκράτης ἁπάντων, καὶ οἱ κατ' ἐκεῖνον ζῶντες φιλόσοφοι." καὶ αὖθις ἠρώτα τί ἔργον πολιτικόν, ποθῶν ἀκοῦσαι τὸ ὀρθῶς δικάζειν· ηὔχει γὰρ ἐπὶ τούτῳ ∆ιονύ σιος. ὁ δὲ ἀπεκρίνατο "τὸ καλοὺς καὶ ἀγαθοὺς ποιεῖν τοὺς πολί τας." εἶτά φησι "τὸ ὀρθῶς δικάζειν τίνος ἔργον σοι δοκεῖ;" "μόριόν τι μικρὸν πολιτικοῦ τὸ δικάζειν ὀρθῶς· ἀκεσταῖς γὰρ ἐοίκασι τοῖς τὰ διερρωγότα ἱμάτια ἀνυφαίνουσιν." καὶ τρίτον αὐτὸν ἐπανήρετο ὅ τι τύραννον εἶναι, φάσκων, ποταπόν σοι φαί νεται; πρὸς ὃν ἀντέφησε Πλάτων "σφόδρα δεινόν, ὅπου γε καὶ τὰ κουρευτικὰ μαχαίρια φοβεῖται." Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος ἔτη κ ϛʹ, Ἄρσης Ὦχος ἔτηβʹ, ∆αρεῖος Ἀρσάμου ἔτη ϛʹ. Ἀλεξάνδρου δὲ τοῦ Μακεδόνος, περὶ οὗ ἐν ταῖς βασιλείαις εἰρήσεται πλατύτερον, Πέρσαις ἐπικει μένου ∆αρεῖον οἱ περὶ τὸν Βῆσσον ἀναιροῦσιν ἐν Βάκτροις. καὶ καταλύεται ἡ Περσῶν βασιλεία, ἐφ' ὅλοις παρατείνασα ἔτεσι 1.257 τριακοσίοις, ὧν τὰ μὲν τῆς μετοικεσίας οʹ, τὰ δὲ ἑξῆς σλʹ. κόσμου ἔτη #22δψμγʹ. Ῥωμύλος καὶ Ῥῶμος. οἱ αὐτάδελφοι οὗτοι ὑπὸ Ἰουλίας θυγατρὸς Ἀμουλίου, ἱερείας τοῦ Ἄρεος οὔσης καὶ ὑπό τινος στρατιώτου πορνευθείσης, δίδυμα ἐγεννήθη. ὁ τοίνυν πάππος Ἀμούλιος διὰ τὴν πορνείαν παροξυνθεὶς εἰς τὰς ὕλας αὐτοὺς ἐξέ θετο· οὓς εὑροῦσα γυνὴ πρόβατα νέμουσα ἐν τῷ ὄρει ἀνεθρέ ψατο. εἴθιστο δὲ τοῖς ἐγχωρίοις λυκαίνας τὰς τοιαύτας καλεῖν γυναῖκας διὰ τὸ ἐπίπαν ἐν τοῖς ὄρεσι μετὰ λύκων διατρίβειν· διὸ καὶ τούτους ὑπὸ λυκαίνης ἀνατραφῆναι μυθολογεῖται. οὗτος ὁ Ῥωμύλος Ῥώμην κατεσκεύασε, τῇ οἰκείᾳ προσηγορίᾳ ταύτην καλέσας. τοὺς δὲ πρεσβυτέρους καὶ ἐχέφρονας ἐπιλεξάμενος ἑκατὸν πατρικίους αὐτοὺς καὶ προέδρους τῶν κοινῶν ἀπέφηνε πραγμάτων, καὶ σενάτορας καὶ βουλευτὰς διὰ τὴν ἡλικίαν τοὺς ἄνδρας ὠνόμα σεν. ἐκ τούτων δὲ δέκα τοὺς ἀρίστους ἐπιλεξάμενος πατρικίους ἐκάλεσεν ἐκ μεταφορᾶς τῶν πατέρων. τριακοσίους δὲ ἱππεῖς καὶ τρισχιλίους πεζοὺς πρὸς τὴν τῆς πόλεως φρουρὰν ἀπεγράψατο στρατιώτας. εἰς φυλὰς δὲ τέσσαρας τὸ τοῦ δήμου διένειμε πλῆ θος. τῷ δὲ ∆ιὶ Πίκῳ μέγαν ναὸν ᾠκοδόμησε, καὶ εὑρηκὼς τὰ τοῦ Ἡρακλέους ὅπλα τοῦ ἐκ Πίκου ∆ιὸς γενομένου ἐκεῖ ταῦτα ἀπέθετο. ἀνενέωσε δὲ καὶ τὸ ἀπὸ Πάλαντος καλούμενον παλά τιον. τῷ δὲ Ἄρει ᾠκοδόμησε ναόν, ὃν ἐγκαινίζοντες ἐν μηνὶ τῷ παρ' αὐτοῖς πρῶτον πρίμῳ καλουμένῳ, Μάρτιον μετωνόμασε τὸν μῆνα, ὃ ἑρμηνεύεται Ἄρης. ἐν ᾧ καὶ τὸ Παλλάδιον ἀπέθετο τὸ 1.258 ἀπὸ Τροίας. Ῥῶμος ἐπαναστὰς Ῥωμύλῳ πεφόνευται. οὗ γενομένου οὐ διέλιπον ἐν τῇ πόλει γίνεσθαι σεισμοὶ καὶ θόρυβοι καὶ ἐμφύλιοι πόλεμοι, ἄχρις οὗ ἐκ τοῦ μαντείου τῆς Πυθίας ἔμαθεν ὅτι διὰ τὸν φόνον τοῦ ἀδελφοῦ σου ταῦτα γίνεται, καὶ οὐ παύ σονται εἰ μὴ συγκαθεσθῇ σοι ἐν τῇ βασιλείᾳ. ποιήσας οὖν στή λην χρυσῆν ἐκτυποῦσαν τὸ πρόσωπον τοῦ ἀδελφοῦ αὐτοῦ, παρε σκεύασε τίθεσθαι αὐτὴν ἔνθα ἂν αὐτὸς ἦν. ἐκέλευσε δὲ καὶ τοὺς ἄρχοντας αὐτοῦ τοῦτο ποιεῖν· καὶ εἴ τι ἂν προσέταξεν, ὡς ἀπὸ τῶν δύο ἀπέφαινεν, οἷον ἐκελεύσαμεν, ἐθεσπίσαμεν,