94
ἐπετρέψαμεν. καὶ τούτῳ τῷ τρόπῳ οἱ σεισμοὶ καὶ αἱ ταραχαὶ τῆς πόλεως ἐπαύ σαντο. οὗτος κτίζει πρῶτον ἱππικὸν ἐν πόλει Ῥώμῃ, ὃ κερκέσιον Ῥωμαῖοι καλοῦσιν, εἰς τὴν ἑορτὴν τοῦ ἡλίου, διελὼν τὴν Ῥώμην εἰς μέρη τέσσαρα, εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς θα λάσσης ἀέρος καὶ πυρός. τυποῖ δὲ τὰς μὲν δώδεκα θύρας τοὺς δώδεκα οἴκους τοῦ ζωδιακοῦ κύκλου, τὸ δὲ πέλμα τὴν γῆν πᾶσαν εἶναι, τὸν εὔριπον τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεσαζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατολήν, καὶ τὸν ἐπὶ τῇ σφενδόνῃ τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπάτια τὸν δρόμον τῶν ἑπτὰ πλανήτων, τὸν δὲ ἀέρα οὐρανόν. καὶ ἐπέθηκε τοῖς μέρεσι τὰ ὀνόματα ταῦτα, τῇ γῇ τὸ πράσινον, ὅ ἐστι χλοῶδες, τῇ θαλάσσῃ τὸ βένετον, καθό εἰσι τὰ ὕδατα κυανᾶ, τῷ πυρὶ τὸ ῥούσιον καὶ τῷ ἀέρι τὸ λευκόν. τὸ δὲ πράσινον ἐκάλεσε ἀπὸ μεταφορᾶς τοῦ πρεσέντου διὰ τὸ εἶναι παράμονον· ἴδιον γὰρ τῆς γῆς τὸ χλοῶδες διὰ παν τός. τὸ δὲ βένετον ἀπὸ τῆς Βενετίας. καὶ προσεκόλλησε τῇ γῇ 1.259 τὸ λευκόν, τουτέστι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκρά σεως δέονται. ὁμοίως καὶ τὸ ῥούσιον τῷ κυανῷ ὑπέταξε, διότι τὸ πῦρ ὑπόκειται τῷ ὕδατι. ἐπετέλεσε δὲ καὶ τὰ καλούμενα βρου μάλια, καθάπερ οἱ γεωργοὶ μετὰ τὴν γηπονίαν ἀναπαυόμενοι ἀμοι βαδὸν ἑαυτοὺς ἀπέτρεφον πανηγυρίζοντες καὶ ἀγραυλοῦντες ἐπὶ τοῖς ἀλλήλων ὀνόμασιν. ἀλλὰ καὶ τὴν Ῥώμην λαοῦ ἐνέπλησε, πολιτῶν τὸ πρῶτον σπανίζουσαν. καὶ νόμον τίθησι τοὺς παῖδας ἐν οἰκετῶν μοίρᾳ τοῖς πατράσιν ὑπείκειν· ὃς μέχρι τοῦ παρόντος παρὰ Ῥωμαίοις κρατύνεται. αὐταρχήσας δὲ λζʹ ἔτη Ῥωμύλος καταλύει τὸν βίον. οὗτος μετωνόμασε τὴν πόλιν καὶ τὸ ἔθνος τῷ ἰδίῳ ὀνόματι Ῥωμαίους, πρότερον λεγομένους Λατίνους, πρὸ δὲ τούτου Ἀβοριγίνας. Νουμᾶς Πομπίλιος Σαβῖνος μετὰ Ῥωμύλον ἐβασίλευσε. πόλεμον μὲν οὐδένα πώποτε διῳκήσατο, τὰ δὲ κατὰ πόλιν εἰς τὸ ὠφελιμώτερον διεκόσμει, νόμους ὅτε καθιστὰς πολιτικοὺς καὶ ἡμέρους, δι' ὧν ἀστείους τε καὶ φιλανθρώπους τοὺς πολίτας ἀπειργάζετο. ἐνιαυτόν τε πρῶτος εὕρατο, ἱερά τε πλεῖστα καὶ τεμένη θεῶν ἱδρύσατο. καὶ τὰς Ἑστιάδας παρθένους τοῦ πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν, αἳ διὰ τοῦ βίου τὴν παρθενίαν ἐφύλαττον· εἰ δὲ μή, λίθοις κατεχώννυντο. καὶ τὸ Καπιτώλιον, ὅπερ κεφαλὴν πόλεως σημαίνει, ἐκ θεμελίων ᾠκο δόμησε. καὶ τῷ ἐνιαυτῷ δύο μῆνας προσέθηκε, τὸν Ἰανουάριον καὶ τὸν Σεξτίλιον, δεκαμηνιαίου τοῦ ἐνιαυτοῦ πρὸ τούτου χρημα 1.260 τίζοντος. οὗτος ἐκ τῶν Ἰσαύρων τὴν τῆς χλαμύδος στολὴν φο ρεῖν ἐφεύρατο. καὶ ἀσσάρια δὲ ἀπὸ ἀσήμου καὶ χαλκοῦ πεποιη μένα πρῶτος Ῥωμαίοις ἐχαρίσατο, πρὶν διὰ σκυτίνων καὶ ξυλίνων καὶ ὀστρακίνων τὴν χρείαν πληρούντων· ἅπερ ἐκ τοῦ ἰδίου ὀνό ματος νουμία ἐκάλεσεν. οὕτως μὲν οὖν ἐξ ἀμφοτέρων καὶ ἰσχυρὰ ταχέως καὶ εὔκοσμος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολιτικὰ καὶ εἰρηνικὰ ἐκτυπώσαντος, τοῦ δὲ Ῥωμύλου τὰ πολεμικά. δυνα στεύσας δὲ Νουμᾶς τῆς Ῥώμης ἔτη μζʹ νόσῳ τελευτᾷ. Τοῦλλος Ὁστίλιος ἔτη λβʹ. οὗτος τὸ τῆς Ῥώμης πόλισμα εὐρύτερον κατασκευάζει, λιμένα τε καὶ γέφυραν ποιήσας. κεραυνῷ βληθεὶς αὐτοῖς ἅμα τοῖς βασιλείοις καταναλίσκεται. Ἄγκος Μαρκίων ἔτη κδʹ βασιλεύει Ῥώμης, ὃς ἐκ θυγατρὸς Νουμᾶ Πομπιλίου γέγονεν. οὗτος τὸ τῆς Ῥώμης τείχισμα πρὸς τοῖς εἰρημένοις πλατύνας, καὶ τὸν ποταμὸν Τίβεριν πρὸς ταῖς ἐκ βολαῖς τειχίσας, ἐπ' αὐτῆς τῆς ῥαχίας ἀνίστησι πόλιν, ἣν Ὀστίαν ἀπὸ τῆς θέσεως προσηγόρευσεν, ὃ σημαίνει θύραν, ἑκκαίδεκά που σημείοις ἀπέχουσαν Ῥώμης. οὗτος νόσῳ τελευτᾷ. Πρίσκος Ταρκύνιος Ῥώμης ἐβασίλευσε μετὰ τοῦτον, ὃς τὴν Ῥώμην τείχει μεγάλῳ ὠχύρωσε, περιγραφήν τινα μόνην τοῦ προ τέρου ἐπισημήνας. καὶ τὰς ὑπονόμους τάφρους δι' ὧν ἐπὶ τὸν Τίβεριν τὸ ἐκ τῶν στενωπῶν ὕδωρ ὀχετεύεται, ἔργον ἐς τὰ μά λιστα τῇ πόλει χρήσιμον, κατεσκεύασεν. οὗτος λθʹ ἔτη τῆς ἀρ 1.261 χῆς κρατήσας ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυνα στεύοντος τῆς Ῥώμης, ἀναιρεῖται. Σέρβιος Τούλλιος τὴν ἡγεμονίαν ἐκδέχεται, τεχθεὶς ἐκ γυ ναικὸς εὐγενοῦς μὲν