95
αἰχμαλώτου δὲ καὶ δούλης κατὰ τὴν συμφο ρὰν νενομισμένης, ἥτις εἰς Ῥώμην ἀχθεῖσα ἔγκυος, μικρὸν ὕστερον τεκοῦσα, Σέρβιον τὸ τεχθὲν ἐπωνόμασεν, ὡς ἂν εἰ εἴποιμεν δού λειον. οὗτος ἔτι προσέθηκε τῷ μεγέθει τῆς πόλεως, καὶ τάφρον ὅτι μεγίστην περὶ τὸ τεῖχος ἤλασε. καὶ πρῶτος ἁπάντων τὸ τῶν Ῥωμαίων πλῆθος ἀριθμηθεὶς εὗρεν ὀκτὼ μυριάδας πολιτῶν οὔσας σὺν τρισχιλίοις ἀνδράσι, πρὸς τοῖς ἐπὶ τῶν ἀγρῶν διαιτωμένοις. οὓς εἰς λόχους κατανείμας, καὶ ταῖς οὐσίαις ἑκάστου τιμήματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθείς, δικαιότατον ἁπάντων πολίτευμα καὶ πολυωφελέστατον εἰσηγάγετο. ταύτῃ γὰρ τῇ διακοσμήσει τάς τε τῶν στρατιωτῶν καταγραφὰς καὶ τὰς τῶν εἰσφορῶν συν τάξεις καὶ τὰ τιμήματα τῶν βίων ἐποιεῖτο· τέσσαρα γὰρ οὗτος τὰ τιμωρημάτων ἐφεῦρεν ὄργανα. καὶ τεσσαράκοντα ἔτη τῆς ἀρχῆς κρατήσας διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου. Ταρκύνιος Σούπερβος. οὗτος εὐθὺς πάντας ἐκίνησεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνε, τούς τε νόμους μεταθεὶς καὶ ἄρχοντας προβαλλόμενος, καὶ δι' αὐτῶν τὸν δῆμον δεσμοῖς παντοίοις καὶ μεγάλοις καὶ κολάσεσι καὶ ἐξορίαις 1.262 αἰκιζόμενος· αὐτὸς γὰρ ἐξεῦρε δεσμά, μάστιγας, ξύλα, εἰρκτάς, φυλακάς, κλοιούς, πέδας, ἁλύσεις, ἐξορίας, μέταλλα καὶ εἴ τι ἄλλο κακόν. φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών. ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπη νέγκατο· σουπέρβους γὰρ τοὺς ὑπερηφάνους Ῥωμαῖοι ὀνομάζου σιν. οὗτος παρὰ Ῥωμαίοις μισηθεὶς διά τε τἆλλα καὶ διὰ τὸν ὁμώνυμον αὐτῷ Ταρκύνιον, ὃς καὶ γυναῖκα Λατίνου Λουκρητίαν λεγομένην εὐγενῆ παρὰ Ῥωμαίοις νυκτὸς ἀπὸ τοῦ στρατοπέδου πορευθεὶς πρὸς βίαν ᾔσχυνεν. ἡ δὲ τὸ περὶ αὐτὴν ἀδίκημα τῷ τε ἀνδρὶ μικρὸν ὕστερον ἐπανελθόντι καὶ τῷ πατρὶ καὶ τῇ λοιπῇ κατε μήνυσε συγγενείᾳ· καὶ ἐπαρασαμένη πολλὰ τοῖς ἐφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλίποιεν ἀτιμώρητον, ξίφος σπασαμένη ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόν των κατειργάσατο. τοῦτο πᾶσαν τὴν πόλιν εἰς ὀργὴν ἀνῆψεν, ἀλλὰ καὶ Βροῦτον προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τοῦ βασιλέως ἤγειρεν ἀποστασίαν. ἀφείλετό τε τῆς ἐξουσίας πά σης Ταρκύνιος· ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει, καὶ ἡ πρὸς Ἀρδέαν οὖσα στρατιὰ Ῥωμαίων ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντι κυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος· ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν 1.263 ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη κδʹ. καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος. ∆ημοκρατία δὲ τὴν Ῥώμην ἐπὶ χρόνους τεσσαράκοντα τρεῖς δυσὶ στρατηγοῖς ἐναυσιαίαν ἔχουσι τὴν ἀρχὴν ἐφύλαττεν, οὓς κον σούλους οἷα δὴ στρατηγοὺς καὶ προβούλους καὶ προηγόρους ὠνό μαζον· ὑπάτους δὲ τούτους οἱ Ἕλληνες λέγουσιν. ἐπὶ ταύτης τῆς δημοκρατίας οἱ Γάλλοι τυραννήσαντες κατὰ Ῥωμαίων ἔρχονται. καὶ Μάλιον στρατηγὸν οἱ Ῥωμαῖοι κατ' αὐτῶν στέλλουσιν, ὃς καὶ τροπωσάμενος αὐτοὺς ὑπέστρεψεν. ἦν δέ τις ἐκ τοῦ μέρους τῶν Γάλλων καταγόμενος συγκλητικός, Φεβρουάριος ὀνομαζόμενος. οὗτος Μαλίου τοῦ καὶ Καπιτωλίνου ἐν Κομέντῳ ποτὲ εἰσελθόντος καὶ ἀγαθὰ συμβουλεύσαντος, ὁ Φεβρουάριος πικρῶς ὠνείδισε Μάλιον ὡς ἀνταρσίαν μελετῶντος. διὸ καὶ ἀποδοκιμάζεται Μάλιος καὶ τῆς ὑπάρξεως διῄρηται. μετὰ ταῦτα τῶν Γάλλων νυκτὸς τὴν Ῥώμην καταδραμόντων ἐν χειμῶνι καὶ τοὺς φύλακας ἀποκτει νάντων καὶ ἐν τῷ μέσῳ τῆς πόλεως πάντας ἀναιρούντων, τῶν δὲ δυναμένων εἰς τὸ Καπιτώλιον φυγόντων, Μάλιος ὁ καὶ Καπιτω λῖνος τοῦτο διεγνωκὼς οὐ τοῖς λελυπηκόσιν ἐνεκότησεν, ἀλλ' ὅσους ἠδυνήθη τῶν πολιτῶν καὶ ἐγχωρίων συλλέξας, καὶ ἀπροόπτως τοῖς Γάλλοις ἐπιπεσών, πάντας μετὰ τοῦ ῥηγὸς