96
Βρίσου ἀπέκτεινε καὶ τὴν πόλιν τῆς συμφορᾶς ἐλυτρώσατο. διὸ καὶ Μάλιος μόνος ἐψηφίσθη τὰ τῶν Ῥωμαίων διοικεῖν. καὶ εὐθὺς τὸν ἐχθρὸν Φεβρουάριον κατασχών, δι' ὃν καὶ ἐπεφυγάδευτο, καὶ ἐκβαλὼν 1.264 ἔξω τῆς πόλεως γυμνόν, ψιάθῳ θρυΐνῳ περιβεβλημένον καὶ σχοινίῳ τὴν ὀσφὺν περιεζωσμένον ὡς παίγνιον, καὶ ῥάβδοις τυ πτόμενον, τοῖς καταχθονίοις αὐτὸν θεοῖς δοθῆναι θυσίαν προσέ ταξε. Σεξτίλιος ἦν τότε μήν, ὃν ὡς κολοβὸν ὁ Μάλιος Φεβρουά ριον ἐπωνόμασεν. ὅθεν καὶ κατ' ἔτος ψίαθον ἐπὶ τῆς ἀγορᾶς προτιθέντες Ῥωμαῖοι τύπτουσι ῥάβδοις, ἐπιφωνοῦντες "ἔξελθε Φεβρουάριε τῆς πόλεως."
Ἐπὶ τοῖς τῆς δημοκρατίας χρόνοις ὁ βασιλεὺς Αἰγύπτου Νεκτεναβὼ μὴ φέρων τὴν ἔφοδον τοῦ Ἀρταξέρξου, παραλαβόντος τότε τὴν Αἴγυπτον, κειράμενος τὴν κόμην καὶ τὸ σχῆμα τῆς βασιλείας ἀμείψας κατέλαβε τὴν Πέλλην, πόλιν Μακεδονίας ἀγχοῦ Θεσσαλονίκης κειμένην, φαντασίας τινὰς καὶ μαγείας Αἰγυπτια κὰς ἐνδεικνύμενος καὶ προαγορεύων τὰ μέλλοντα. γνώριμός τε ἐντεῦθεν Φιλίππῳ καὶ Ὀλυμπιάδι γενόμενος ἐθρυλλήθη ὡς διά τινος μαγγανείας τῇ Ὀλυμπιάδι ἐμίγνυτο καὶ υἱὸν ἔσχεν ἐξ αὐτῆς τὸν Ἀλέξανδρον. ∆ιόδωρος δέ φησιν ὅτι Ἀλέξανδρος ἐξ Ἡρακλέος τὸ πρὸς πατρὸς εἷλκε γένος, πρὸς μητρὸς δὲ Αἰακιδῶν. ἔνιοι δὲ τοῦτον ὑπὸ Ἄμμωνος τοῦ ∆ιὸς συλληφθῆναι μυθεύονται. τότε καὶ ἡ Ῥόδος ὑπὸ σεισμοῦ κατηνέχθη καὶ ἡ στήλη τοῦ κο λοσσοῦ. Φίλιππος δὲ τῆς Μακεδονίας βασιλεύσας χρόνους καʹ, πολ λὴν τῆς Ἑλλάδος καταστρεψάμενος μοῖραν, ἐπὶ τοῦ πρὸς Ἀθηναίους καὶ τὸν ∆ημοσθένην πολέμου τὸν δεξιὸν τῶν ὀφθαλμῶν 1.265 ἐκκοπείς, ὑπὸ Παυσανίου τοῦ ἰδίου ὑπασπιστοῦ διαφθείρεται. καὶ μένει ἡ ἀρχὴ ἐπὶ τετραετίαν γυμνή. Ἄρτι δὲ τοῦ Φιλίππου [τοῦ] παιδὸς Ἀλεξάνδρου ἐπὶ τὴν ἀκμὴν τῆς ἡλικίας προελθόντος, οἱ πρῶτοι τῶν Μακεδόνων αὐ τὸν αἱροῦνται εἰς βασιλέα. ἐπεὶ δὲ εἰς τὴν ἀρχὴν προῆλθεν Ἀλέ ξανδρος, κατ' ἀμφοῖν τὸ γένος ἐσέμνυνεν. οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ κόσμῳ ἄνδρα τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. ὡς γὰρ ∆έξιππος ἱστορεῖ, πᾶσαν ἄσκησιν ἠσκήθη σωματικήν, Ἀριστοτέλους γνησιώτατος γεγονὼς φοιτητής, εἴς τε λόγους ἄρι στος καὶ εἰς ἔργα ἐπαινούμενος εὑρέθη. τὰ δὲ πολεμικὰ θαυμα στῶς ὑπελθὼν πειθοῦς ἄξια διεπράξατο. βασιλεύσας γὰρ χρό νους ὀκτὼ τοὺς Μακεδόνας καὶ Ἰλλυριοὺς καὶ Θρᾷκας ὑπέταξε, τὴν Ἑλλάδα κατέστρεψε, καὶ τοὺς τοῦ πατρὸς φονέας τιμωρη σάμενος καὶ τοὺς Παίονας ὑποτάξας ἐπὶ τὴν Ἀσίαν διαπερᾷ. καὶ τὴν Πριάμου πόλιν καὶ τὰς ἐν Λυδίᾳ Σάρδεις ὑποτάξας ἐπὶ Κιλι κίαν ἀφικνεῖται, καὶ τὸν ∆αρεῖον καταπολεμήσας καὶ ἡττήσας ἀμύθητον φόνον ἐργάζεται. τὰς παραλίους Φοινίκης παραλαμ βάνει πόλεις. ἔνθα καὶ Σάτυρον βλέπει καθ' ὕπνους, ἐν τῇ πορ θήσει Τύρου, φήσαντος αὐτῷ τοῦ ὀνειροκρίτου "σὰ Τύρος, Ἀλέ ξανδρε." ἣν ἅμα Σιδῶνι δῃώσας, ἐπὶ τὴν Ἰουδαίαν ἐλθὼν καὶ ταύτην ἑλών, ὑπὸ τοῦ ἀρχιερέως Ἀδδὼ τιμηθείς, θύσας τῷ θεῷ ὡς παρ' αὐτοῦ τὴν οἰκουμένην προσειληφώς, Ἀνδρόμαχον τῶν τόπων ἐπιμελητὴν κατέστησεν· ὃν ὕστερον Σαμαρεῖται ἀποκτεί ναντες δίκας ἔτισαν. ἐπὶ τούτοις Γάζαν καὶ Κυρήνην καὶ τὴν 1.266 Γαλιλαίαν ἑλὼν εἰς τὴν Αἴγυπτον ἀφίκετο. ἔνθα τήν τε ἄνυδρον χώραν καὶ τὴν πικροτάτην λίμνην τό τε ἱερὸν Ἄμμωνος καὶ ὅσα παρ' Αἴγυπτον μυθεύεται θεασάμενος, καὶ ἱεροῖς ἀναθήμασι τιμήσας, πρὸς τῷ τῆς θαλάσσης στόματι πόλιν ἐπώνυμον ἑαυτῷ τὴν Ἀλεξάνδρειαν κτίζει, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ. καὶ διὰ τῆς τοῦ Νείλου διώρυγος ἐπὶ τὴν τῶν Ἀσσυρίων γῆν ἔρ χεται, καὶ πολεμήσας ∆αρεῖον ἑκατὸν λʹ χιλιάδας Ἀσσυρίων δια φθείρει. αὐτὸς δὲ ∆αρεῖος φεύγων ὑπὸ ἰδίου σατράπου (ὄνομα τούτῳ Βέσος) τὴν κεφαλὴν ἀφαιρεθεὶς τελευτᾷ. ἀλλ' ὁ μὲν σα τράπης δίκας ἔτισε, τὸ δὲ ∆αρείου σῶμα ἐντίμως κηδεύεται. τήν τε Περσέπολιν διαβάς, ἔνθα τὰ Περσῶν βασίλεια, αὐτήν τε εἷλε καὶ Σοῦσαν καὶ τὰς ∆αρείου θυγατέρας ἅμα τῇ μητρὶ καὶ μάμμῃ. καὶ καταλύσας τὴν Περσῶν ἀρχὴν