97
διαρκέσασαν ἀπὸ Κύρου ἔτη σδʹ, τάς τε πόλεις πυρπολήσας καὶ τὸν ἐν αὐταῖς ἀφελόμενος πλοῦτον, πρὸς Μάρδους καὶ Κεδρουσίους καὶ Ὑρκανοὺς καὶ τοὺς λεγομέ νους Ἀριμασπούς, ἐξ ὧν Θαλευτὴν τὴν Ἀμαζόνα σύμμαχον ἐδέξατο, Παραπανίταις τε καὶ τοῖς περὶ τὸν Θερμώδοντα καὶ τὴν λεγομένην ἄορνον πέτραν ἐπεφοίτησε, πρός τε τὴν Ἰνδῶν χώραν, ἧς Πῶρος ἐβασίλευσεν, ἀνὴρ εἴδει τε καὶ ἔργῳ μέγιστος, ὃς καὶ εἰς χεῖρας ἐλθὼν Ἀλεξάνδρου, πολλούς τε τῶν Ἰνδῶν ζημιωθεὶς καὶ τρωθεὶς τὸν ἀγκῶνα, σὺν τῷ ἐλέφαντι κατέπεσε, πολλῆς τε θεραπείας τυχὼν σύμμαχος Ἀλεξάνδρου γέγονεν. ἐκεῖθέν τε διαβὰς εἰς τὰ πρόσω τῆς Ἰνδίας μέρη καὶ τὴν βασιλείαν Κανδά κης τῆς χήρας, ὑπ' αὐτῆς συνελήφθη τρόπῳ τοιῷδε. ἔθος ἦν 1.267 Ἀλεξάνδρῳ ἀλλάσσοντι τὸ βασιλικὸν σχῆμα τὰς πρεσβείας ποιεῖ σθαι ἅμα τοῖς ἰδίοις ἐξάρχοις καὶ καταμανθάνειν τὰ εἴδη καὶ ἔθη καὶ τρόπους τῶν ἐν ταῖς χώραις βαρβάρων. ὅπερ ἀκούσασα ἡ Κανδάκη, καὶ σημεῖα τοῦ προσώπου λαβοῦσα, συνέσχεν αὐτὸν ἐν τοῖς βασιλείοις, καὶ εἶπεν "Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες, καὶ γυνή σε ἐκράτησεν." ὁ δὲ καταπλαγεὶς ἐπὶ τῇ ταύτης φρονήσει εἰρήνην πρὸς αὐτὴν ἐποίησεν, καὶ τὴν βασιλείαν αὐτῆς καὶ τὴν χώραν ἀβλαβῆ διεφύλαξεν. ἐκεῖθεν δὲ πρὸς Ἄφα σιν καὶ Γάδειρα καὶ τὰ Βρεττανήσια ἔθνη γενόμενος, χιλίας τε ὁλκάδας κατασκευασάμενος, αὐτὸς μὲν τὸ δεξιὸν τοῦ Ἰνδικοῦ πο ταμοῦ διέπλει μέρος, Ἡφαιστίωνι δὲ τὸ ἕτερον ἐγχειρίσας ἐπὶ τὸν Ὠκεανὸν ἀνῆλθε. τῷ δὲ βασιλεῖ Ξανδάμῃ πολεμήσας καὶ τοῦτον τροπωσάμενος πρὸς τοὺς Βραχμᾶνας ἀφίκετο, ὧν καὶ τὸν θαυ μάσιον καὶ ὑπὲρ ἄνθρωπον βίον καὶ τὴν εἰς τὸν πάντων θεὸν εὐ σέβειάν τε καὶ λατρείαν μεμαθηκὼς κατεπλάγη πάνυ, καὶ ἠράσθη τὴν τῶν ἀνδρῶν ἐκείνων φιλοσοφίαν. ἐν ᾧ τόπῳ καὶ στήλην στήσας ἐπέγραψεν "ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου." ἐν ἐκείνῃ γὰρ τῇ νήσῳ κατοικοῦσιν οἱ λεγόμενοι μακρόβιοι· ζῶσι γὰρ οἱ πλείους αὐτῶν περὶ τὰ ἑκατὸν πεντήκοντα ἔτη διὰ πολλὴν καθαρότητα καὶ εὐκρασίαν τοῦ ἀέρος. οὐδέποτε γὰρ ἐν αὐτῇ λείπει ὀπώρα παντοία τὸν ὅλον χρόνον· ἐν ταύτῃ γὰρ ἡ μὲν ἀνθεῖ, ἡ δὲ ὀμφακίζει, ἡ δὲ τρυγᾶται. καί γε καὶ τὰ μέ γιστα Ἰνδικὰ γίνονται κάρυα καὶ τὰ δυσπόριστα ἡμῖν καὶ πανεπέ ραστα ἀρώματα καὶ ἡ μαγνῆτις λίθος. 1.268 Οἱ τοίνυν Βραχμᾶνες ἔθνος εἰσὶν εὐσεβέστατον, βίον ἀκτή μονα σφόδρα κεκτημένοι, καὶ γυμνῶς διαζῶντες ἀεὶ τὸν θεὸν δοξάζουσι. παρ' οἷς οὐ τετράποδον ἔστιν, οὐ γεώργιον, οὐ σί δηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐ χρυσός, οὐκ ἄργυρος, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, οὐ κρεωφαγία, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν συντελούντων ἢ πρὸς ἀπόλαυσιν συντεινόντων· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἄγαν καὶ κάλλιστον ἀέρα καὶ πάσης ἀρρωστίας καὶ φθορᾶς ἀπηλλαγμένον σπῶντες, καὶ μικρᾶς ὀπώρας καὶ διειδεστάτου ὕδατος ἀπολαύοντες, σέβονται γνησίως τὸν θεὸν καὶ ἀδιαλείπτως προσεύχονται. καὶ οἱ μὲν ἄν δρες εἰς τὸ τοῦ ὠκεανοῦ μέρος παροικοῦσιν, αἱ δὲ γυναῖκες ἐντεῦ θεν τοῦ ποταμοῦ Γάγγου τοῦ παραρρέοντος εἰς τὸν ὠκεανόν, ἐπὶ τὸ τῆς Ἰνδίας μέρος. οἱ γοῦν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί, παρ' οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς καὶ πρὸς βορρᾶν ὑψωθέντος· οἵ γε καὶ εὐ κρατότεροι γινόμενοι πρὸς οἶστρον αὐτοὺς κινεῖν λέγουσιν, ὥσπερ δὴ καὶ τὸν Νεῖλόν φασιν οὐ κατὰ τὸν αὐτὸν καὶ τοῖς ἄλλοις πλημ μυρεῖν καὶ ῥεῖν ποταμοῖς, ἀλλὰ καὶ μεσοῦντος τοῦ θέρους ἐπικλύ ζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε πάντως ἡλίου τὴν βορειοτέραν δια θέοντος ζώνην καὶ τοῖς ἄλλοις παρενοχλοῦντος ποταμοῖς καὶ σμι κρύνοντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας μʹ πάλιν ἀντιπερῶσι. τῆς δὲ γυναι κὸς δύο παιδία γεννησάσης οὐκέτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸς αὐτήν, 1.269 οὔτε μὴν ἐκείνη πλησιάζει ἑτέρῳ ἀνδρὶ διὰ πολλὴν εὐλάβειαν. εἰ δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι, μέχρι πενταετίας διαπερῶν ὁ ἀνὴρ αὐτῆς καὶ συγγινόμενος αὐτῇ, ἐὰν οὐ