98
τέκῃ, οὐκέτι προσεγ γίζει αὐτῇ. διὰ τοῦτο οὐδὲ πολυάνθρωπός ἐστιν ἡ χώρα αὐτῶν, διά τε τὴν ὀλιγοδείαν καὶ τὴν φυσικὴν ἐγκράτειαν. τὸν δὲ ποτα μόν φασι δυσπερατότατον εἶναι διὰ τὸν λεγόμενον ὀδοτύραννον. ζῷον γάρ ἐστιν ἀμφίβιον, μέγιστον λίαν, ἐν τῷ ποταμῷ διαιτώμενον καὶ δυνάμενον ἐλέφαντα καταπιεῖν ὁλόκληρον· ὃ ἐν ταῖς μὲν ἡμέραις τῆς περαιώσεως τῶν ἀνδρῶν ἐκείνων ἀφανὲς γίνεται κατὰ θείαν πρόσταξιν. οὐ μὴν δὲ ἀλλὰ καὶ δράκοντές εἰσιν ἐν τοῖς ἐρημοτέροις τόποις ἐκείνοις μέγιστοι σφόδρα, πηχῶν οʹ τὸ μέγεθος καὶ τὸ πάχος πολὺ καὶ φρικωδέστατον, καὶ τὴν σοφίαν τοῦ δημιουργοῦ καὶ δόξαν φαινόμενοι προφανῶς ἐκδιηγοῦνται. καὶ οἱ μὲν σκορπίοι πάλιν εὑρίσκονται πηχυαῖοι, οἱ δὲ μύρμηκες παλαιστιαῖοι. διὸ καὶ δυσδιόδευτοί εἰσιν οἱ ἐρημικοὶ τόποι ἐκεῖνοι καὶ ἀοίκητοι διὰ τὰ φοβερώτατα θηρία τε καὶ ἰοβόλα. ἐλέφαν τες δὲ γίνονται κατὰ τὰς χώρας ἐκείνας πλεῖστοι, ὡς καὶ ἀγεληδὸν παραπορευόμενοι βόσκεσθαι. Ἀμέλει γέ τοι καὶ ὁ μέγας Καισάριος, ἀδελφὸς τοῦ μεγά λου Γρηγορίου, διαφόρων ἐθνῶν καὶ ἠθῶν καὶ τρόπον τε καὶ νό μον ἐξηγούμενος ἐν ἐπιτομῇ τοιάδε φάσκει "ἐν γὰρ ἑκάστῃ χώρᾳ καὶ ἔθνεσιν, ἐν τοῖς μὲν ἔγγραφος νόμος ἐστὶν ἐν τοῖς δὲ ἡ συνή θεια· νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ. ὧν πρῶτοι Σῆρες, 1.270 τὸ ἄκρον τῆς γῆς οἰκοῦντες, νόμον ἔχουσι τὸ πατρῷον ἔθος, μὴ πορνεύειν ἢ μοιχεύειν ἢ κλέπτειν ἢ λοιδορεῖν ἢ φονεύειν ἢ κακουρ γεῖν τὸ σύνολον. νόμος δὴ παρὰ Βακτριανοῖς ἤτοι Βραχμάναις ἡ ἐκ προγόνων παιδεία καὶ εὐσέβεια, μὴ κρεωφαγεῖν ἢ οἰνοποτεῖν ἢ λαγνεύειν ἢ παντοίαν κακίαν διαπράττεσθαι διὰ πολὺν φόβον θεοῦ καὶ πίστιν, καίτοι γε τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν τἀναν τία διαπραττομένων ἀδεῶς. ἐν δὲ τοῖς ἐνδοτέροις μέρεσι τούτων ἀνθρωποβοροῦντες καὶ τοὺς ἐπιξενουμένους ἀναιροῦντες κατ εσθίουσιν, ὡς Κάβες. ἑτέροις νόμος Χαλδαίοις καὶ Βαβυλωνίοις ἀσελγείας ἀνάμεστος καὶ αἰσχρουργίας. ἄλλος δὲ παρὰ Γηλαίοις νόμος, γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ πορνεύειν ὡς ἂν βούλωνται, μὴ κωλυομένας παντελῶς ὑπὸ τῶν ἀνδρῶν αὐτῶν. ἐν αἷς ὑπάρχουσι καὶ πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρότατα τῶν θηρίων, ἄρχουσι δὲ τῶν οἰκείων ἀνδρῶν καὶ κυριεύουσιν. ἐν Βρεττανίᾳ δὲ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, καὶ μιγνύμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν ὡς πανήγυρίν τινα καὶ μεγάλην ἑορτὴν τὸν καιρὸν ἐκεῖνον ἡγοῦνται· ἐξ ὧν καὶ κατὰ γα στρὸς συλλαβοῦσαι παλινδρομοῦσιν οἴκαδε πᾶσαι. τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸ μὲν ἄρρεν φθείρουσι, τὸ δὲ θῆλυ ζῳογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς καὶ ἐκτρέφουσιν." Ὁ μέντοι γε Ἀλέξανδρος μετὰ τὴν ἀπὸ Βραχμάνων ὑπο 1.271 στροφὴν καταλαβὼν τὴν Αἴγυπτον κτίζει τὴν μεγάλην Ἀλεξάν δρειαν εἰς ἴδιον ὄνομα, πάλαι Ῥακάστην λεγομένην. * ἧς ἐπεθύ μησε τὴν λίμνην θεάσασθαι διὰ τὰ ἐν αὐτῇ μυθευόμενα. πολλὰ μὲν οὖν τέρατα καὶ ὀνείρατα παρεκρούσατο, τῆς τε τῶν Χαλ δαίων γνώσεως κατεφρόνησε, καὶ σὺν ὀλίγαις ναυσὶν ἐπὶ τὴν εἰρη μένην λίμνην διαβὰς τό τε τῆς κεφαλῆς διάδημα ἀπέβαλεν, ὄμ βρου καὶ λαίλαπος καταρραγέντος πολλοῦ, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. καὶ παραχρῆμα ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. καὶ ὁ μὲν ἐπὶ τοσούτοις κατορ θώμασι τὸν βίον μετήλλαξε, δυσὶ καὶ δέκα χρόνοις πρὸς μησὶν ἓξ τῆς ἀρχῆς ἀπολαύσας, βιώσας δὲ τὰ πάντα ἔτη δύο καὶ τριά κοντα. Ἀνερχόμενος δέ ποτε ἀπὸ Ἱερουσαλὴμ εἰς Περσίδα ἔλαβέ τινας τῶν Ἰουδαίων πρὸς συμμαχίαν, ἐν οἷς ἦν τις ὑπερέχων, ὀνόματι Μοσόμαχος, κατὰ ψυχὴν μὲν ἄριστος τοξότης δὲ εὐστο χώτατος· ὃς διιόντων τὴν ἐπὶ Βαβυλῶνα ὁδόν, καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπέχοντος, ἠρώτησε τὴν αἰτίαν τῆς παραμονῆς τοῦ λαοῦ. καὶ ὁ ὀρνεοσκόπος