100
τῆς ἀρετῆς τήρησιν, ἔννατον εὐβουλίᾳ πρὸ τῶν ἔργων χρῆσθαι, ἐξ ἧς τὸ ἀμεταμέλητον ἐν τοῖς ἔργοις παραγί νεται, δέκατον οἰήσεως καθαρεύειν, ἑνδέκατον πράους καὶ ἀοργή τους καὶ ἀνεκτικοὺς πρὸς τοὺς ἐντυγχάνοντας εἶναι, δωδέκατον τὸ σῶμα καὶ τὰ ἐκτὸς πρὸς τὴν τῆς ἀρετῆς συνεργίαν μεταρρυθμί ζειν. "ταῦτα" φησί "πόνει, ταῦτ' ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείας ἀρετῆς εἰς ἴχνια θήσει." ἀντὶ τοῦ ταῦτα πάντα εἰς τὴν πρακτικὴν φιλοσοφίαν ἐνάξει καὶ εἰς τὴν θεωρητι κὴν ἐπιστήμην ἤτοι τὴν κατὰ νοῦν ἐνέργειαν, νοοῦντα τὰ νοητά, καὶ ἀρχή σοι πάνυ καλλίστη γενήσεται, καὶ ὁμοιωθήσῃ θεῷ διὰ τῆς τῶν ἀρετῶν ἐργασίας. διὸ καὶ βουλόμενος τὸν ἀκροατὴν 1.275 ὁλοσχερῶς πρὸς τὴν τῶν καλῶν ἐργασίαν διαναστῆσαι ὅρκῳ τὰ λεχθέντα πιστοῦται, λέγων οὕτως "ναὶ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως." ὁ δὲ ὅρκος γί νεται αὐτοῖς καὶ δόγμα. οὗτος ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδογμάτιζεν· ἣν θέλων κυρῶσαι ἔλεγεν ἑαυτὸν πρὸ τῶν Τρωϊκῶν Αἰθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊκοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ' ὃν Πύρρον ∆ήλιον καὶ πέμπτον Πυθαγόραν. Πρὸ τούτου δὲ γέγονε Θαλῆς, ὃς ἐπικεχείρηκε φιλοσοφίαν φυσικήν, ἀρχὴν τοῦ παντὸς καὶ τέλος τὸ πῦρ καὶ τὸ ὕδωρ εἶναι φήσας, καὶ ἐξ αὐτῶν τὰ πάντα συνίστασθαι· ἀφ' ὧν καὶ τοὺς σεισμοὺς καὶ πνευμάτων συστροφὰς καὶ ἄστρων κινήσεις γίνε σθαι. Ὅτι πρῶτος ὁ Θαλῆς τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα, καὶ πρῶ τος τὴν ψυχὴν εἶπεν ἀθάνατον, ἐκλείψεις τε καὶ ἰσημερίας κατεί ληφε. καὶ ἀποφθέγματα πλεῖστα κατέλιπε, καὶ τὸ θρυλούμενον "γνῶθι σεαυτόν." τὸ γάρ "ἐγγύα, πάρα δ' ἄτη" Χίλωνος μᾶλλόν ἐστιν, ἰδιοποιησαμένου αὐτὸ καὶ τὸ "μηδὲν ἄγαν."
Τρίτος φιλόσοφος Ἐμπεδοκλῆς. οὗτος μετὰ πολλὰς τερα τολογίας ἐδογμάτισε καὶ ταῦτα, τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν λέγων, καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν, καὶ ὅτι ἐκ πυρὸς τὰ πάντα συνίσταται καὶ εἰς πῦρ αὖθις ἀναλύεται, ᾧ 1.276 σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται, ἐκπύρωσιν προσδοκῶντες. οὗτος εἰς πάντα τὰ ζῷα τὴν ψυχὴν μεταλλάττειν εἴρηκε, τῷ Πυ θαγόρου δόγματι κατακολουθῶν. "χαίρετε" γάρ φησιν, "ἐγὼ ὅδ' εἰμὶ θεὸς ἄμβροτος, οὐκέτι θνητός. ἦτοι μὲν πρῶτα κοῦρος ἐγενόμην κόρη τε καὶ θὴρ καὶ θάμνος καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθὺς καὶ ἐν Ὀλυμπίᾳ βοῦς." Τέταρτος Ἡράκλειτος, καὶ αὐτὸς σχεδὸν σύμφωνα τῷ Πυ θαγόρᾳ φθεγξάμενος. ἔφη δὲ καὶ τοῦτο, ὅτι πάντῃ τοῦ σώμα τος χρεὼν ὀλιγωρεῖν καὶ νομίζειν αὐτὸ κοπρίων ἐκβλητότερον, καὶ ἐκ τοῦ ῥᾴστου πληροῦν αὐτοῦ τὰς θεραπείας, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. οὗτος ἦν ἐπὶ ∆α ρείου τοῦ Ὑστάσπου. ἐγένοντο δὲ καὶ ἕτεροι φυσικὰς δόξας καὶ αὐτοὶ γράψαντες, μηδὲν ἀπεμφαινούσας τῶν προειρημένων, ἃς οὐκ ἀναγκαῖον ἡγησάμεθα γραφῇ παραδοῦναι. Πέμπτος Ἀναξίμανδρος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύ σιν τινὰ τοῦ ἀπείρου, ἀφ' ἧς γενέσθαι τοὺς οὐρανοὺς καὶ τὸν ἐν αὐτοῖς κόσμον· ταύτην δ' ἀΐδιον εἶναι καὶ ἀγήρω, καὶ πάντας περιέχειν τοὺς κόσμους. οὗτος καὶ τὴν γῆν εἴρηκε μετέωρον εἶ ναι, ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν δὲ διὰ τὴν ὁμοίαν πάν των ἀνάστασιν. καὶ κεῖσθαι ταύτην μὲν μεσαιτάτῳ, τὸ δὲ σχῆμα αὐτῆς ὑγρόν, στρογγύλον, χιονῶδες, λίθῳ παραπλήσιον. πρῶ τος δὲ αὐτὸς καὶ ἰσημερίαν εὗρε καὶ τροπὰς καὶ ὡρολογίας γνώ μονά τε εἰσήγαγεν, ὅπερ ἐστὶ τὸ ἐν τοῖς ἡλιοτρόποις πηγνύμενον, 1.277 καὶ ὅλως γεωμετρίας ὑποτύπωσιν ἔδειξε. τὰ δὲ ἄστρα φησὶ γενέ σθαι κύκλον πυρός, περιληφθέντα δὲ ὑπὸ ἀέρος. ἐκπνοὰς δὲ εἶ ναι πόρους τινὰς αὐρώδεις, καθ' οὓς φαίνονται τὰ ἄστρα· διό φησι καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι. τὴν δὲ σελήνην ποτὲ μὲν φαίνεσθαι πληρουμένην ποτὲ δὲ μειουμέ νην παρὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσιπλασίονα τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἥλιον, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους.