101
τὰ δὲ ζώδια γίνεσθαι ἐξατμιζόμενα ὑπὸ τοῦ ἡλίου, ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν ἐκ τοῦ ἀέρος ἀποκρι νομένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων, ὑετοὺς δὲ ἐκ τῆς ἀτμί δος τῆς ἐκ τῶν ὑφ' ἥλιον ἀναδιδουμένης, ἀστραπὰς δέ, ὅταν ἄνε μος ἐκπίπτων διίστησι τὰς νεφέλας. τὸν δὲ ἄνθρωπον κατ' ἀρχὰς ἰχθύϊ παραπλήσιον γενέσθαι. Ἕκτος Ἀναξιμένης. οὗτος ἀέρα ἄπειρον τὴν ἀρχὴν ἔφη εἶναι, ἐξ οὗ τὰ γινόμενα καὶ τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ θεοὺς καὶ θεῖα γίνεσθαι. τὴν δὲ γῆν πλατεῖαν ἐπ' ἀέρα ὀχουμέ νην. ὁμοίως δὲ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα πύ ρινα ὄντα ἐποχεῖσθαι τῷ ἀέρι διὰ τὸ πλάτος. γέγονε δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν ἰκμάδα ἐκ ταύτης ἀνίστασθαι, ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι· εἶναι δὲ καὶ γεώδεις φύσεις ἐν τῷ τόπῳ τῶν ἀστέρων, συμπεριφερομένας ἐκείνοις. οὗτος ἤκμασε κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μακεδόνος, οὗ τινὸς καὶ διδάσκαλος γέγονεν. 1.278 Ἕβδομος Ἀναξαγόρας, ὃς ἐκαλεῖτο Νοῦς, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων ἀρχὴν καὶ φρουρὸν εἶπε, καὶ τὸν μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην. ὄντων γὰρ πάντων ὁμοφυῶν ὁ νοῦς ἐπελ θὼν διεκόσμησεν. οὗτός ἐστιν ὃς τὸν ἥλιον εἶπε μύδρον διάπυ ρον, τουτέστι πύρινον λίθον· μύδρος δ' ἐστὶ σίδηρος ἀργὸς πε πυρακτωμένος. τὸ δ' ἔπος ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας. ὅτι καὶ μείζω τῆς Πελοποννήσου τὸν ἥλιον ἔλεγεν. οὗτος Κλαζο μένιος ὢν ἀγέλαις τε καὶ καμήλοις τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιος ὁ Τυανεὺς προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλο σοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδεια οὔτε ἀνθρώποις. οὗτος ἤκμασε κατὰ τὸ πρῶτον ἔτος τῆς πηʹ Ὀλυμπιάδος· καθ' ὃν καὶ Πλάτων λέγεται γεγενῆσθαι. Ὄγδοος Ἀρχέλαος. οὗτος ἔφη τὴν μῖξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρᾳ, καὶ τὰς ἀρχὰς ὡσαύτως. φησὶ δὲ καὶ περὶ τῶν ζῴων ὅτι θερμαινομένης τῆς γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐμίσγετο, ἀναφανῆναι τά τε ζῷα καὶ οἱ ἄνθρωποι, ὕστερον δὲ αὐτοῖς ἡ ἐξ ἀλλήλων γένεσις ἐπη κολούθησεν. ἤκμαζε δὲ καὶ αὐτὸς κατὰ τοὺς χρόνους Ἀναξαγόρα, συνέταξε δὲ καὶ φυσιολογίαν. Ἔννατος Πλάτων, μαθητὴς Σωκράτους· ὁ δὲ Σωκράτης 1.279 μαθητὴς Ἀρχελάου τοῦ φυσικοῦ· ἔσχε δὲ πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα. οὗτος ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειγμα, ὃ καὶ ἔννοιαν τοῦ θεοῦ καὶ ἰδέαν καλεῖ, οἷον εἰκόνισμά τι, ᾧ προσέχων, φησίν, ὁ θεὸς τὰ πάντα ἐδη μιούργησε. καὶ τὸν μὲν θεὸν ἀσώματον καὶ ἀνείδεον καὶ ἄφθαρ τον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτόν, θεὸν μὲν λέγων τὸν ποιήσαντα καὶ διακοσμήσαντα τόδε τὸ πᾶν καὶ προνοούμενον αὐ τοῦ, ὕλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἣν τιθήνην καλεῖ, ἐξ ἧς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνέστηκεν ὁ κόσμος, ὡς ἐν τοῖς Νόμοις λέγει "ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δὲ ἀεὶ ξυνέπεται ∆ίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός. ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινῶς καὶ κεκοσμημένως· εἰ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος μεθ' ὕβρεως πορεύεται, ἔρημος οὗτος θεῷ καταλείπεται." τὴν δὲ ὕλην σύγχρονον τῷ θεῷ καὶ τὸν κόσμον ἀγέννητον λέγει· ἐκ γὰρ τῆς ὕλης συνεστάναι φησὶν αὐτόν. τῷ δὲ ἀγεννήτῳ ἀκολουθεῖ πάντως καὶ τὸ ἄφθαρτον. ὁ αὐτὸς ἀποφαίνεται καὶ ἄλλους ἀορίστους θεούς, ὅταν λέγει "θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ." ἐνίοτε δὲ καὶ ὡρισμένους, φάσκων "ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων," καὶ ὅταν γενεαλογῇ τοὺς οὐρανοῦ παῖδας καὶ γῆς. συστήσας δὲ 1.280 τὸν ἕνα θεὸν εἰσάγει καὶ θεοὺς γεννητούς, καὶ διὰ μὲν τοῦ γεγενῆ σθαι αὐτοὺς πάντως ἀνάγκην ἔχειν καὶ φθαρῆναι, διὰ δὲ τὴν βούλησιν τοῦ θεοῦ ἀθανάτους πάλιν εἶναι. ὁ αὐτὸς καὶ τὸν τοῦ παντὸς δημιουργὸν δείκνυσι