104
καὶ πάσας ἐσκύλευσε. Τῆς δὲ ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης διὰ τὴν τοῦ ἀρχιερέως Ὀνίου μισοπονηρίαν τε καὶ εὐσέβειαν, συνέβη καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέραις μʹ φαίνεσθαι διὰ τοῦ ἀέρος ἱππεῖς τρέχοντας ἐνόπλους, διαχρύσους στολὰς ἔχοντας, καὶ προσβολὰς ἑκατέρων γινομένας καὶ ὅπλων κινήσεις καὶ χρυσέων κόσμων ἐκλάμψεις παντοίοις εἴδεσιν ἀμφιάσεων τεθωρακισμένους. διὸ πάντες ἠξίουν ἐπ' ἀγαθῷ γενέσθαι τὴν ἐπιφάνειαν. ἥτις καὶ 1.286 προεδήλου τὴν πονηρὰν ἔφοδον Ἀντιόχου· ἀναζεύξας γὰρ μετὰ νίκης πολλῆς καὶ τεθηριωμένος τὴν ψυχὴν παρέλαβε τὴν πόλιν δορυάλωτον, εἶτα προστάξαντος τοὺς στρατιώτας ἀφειδῶς κόπτειν τοὺς παρατυγχάνοντας ἀνῃρέθησαν χιλιάδες ρπʹ. κατατολμήσας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ, καὶ στή σας βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώσεως, καὶ τὸν ναὸν μιάνας δι' ἀκαθάρτων θυσιῶν, ἱερὸν ∆ιὸς Ὀλυμπίου προσαγορεύσας, καὶ ἐφ' ὑψηλοῦ τόπου καθίσας, ἐκέλευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀπογεύε σθαι ἀναγκάζειν, εἰ δέ τινες μὴ θέλοιεν, τούτους ἀναιρεῖσθαι. πολλῶν δὲ συναρπασθέντων, ἐξ ὧν Ἐλεάζαρ τις τῶν πρωτευόν των γραμματέων, ἤδη προβεβηκὼς τὴν ἡλικίαν, ἠναγκάζετο μια ροφαγῆσαι· ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσή γετο, καὶ οὕτω μετὰ πολλῶν πρότερον αἰκισμῶν καὶ μαστίγων ὑπαλλάξας τὸν βίον οὐ μόνον τοῖς νέοις ἀλλὰ καὶ τοῖς προβεβηκόσι τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος καὶ ἀρετῆς κατέλιπε. μεθ' ὃν καὶ ἄλλοι τινὲς ἑπτὰ ἀδελφοὶ μετὰ μητρὸς διαφόρως βασανισθέντες τὸν τοῦ μαρτυρίου στέφανον ἐνδόξως ἀνεδήσαντο. ὑφ' ὧν ὁ τύραννος καταισχυνθεὶς καὶ μᾶλλον ἐκμανείς, τὰ ἱερὰ πάντα σκεύη λαβών, χρυσόν τε καὶ ἄργυρον ἄπειρον, καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ πολλὴν φονοκτονίαν ποιήσας καὶ μεγαλορρημονήσας ἀνεχώρησεν εἰς Ἀν 1.287 τιόχειαν. καὶ μετὰ δύο ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας ἀπέ στειλεν ἄρχοντα φορολογῆσαι τὴν πόλιν Ἱερουσαλήμ, ὃς παρα γενόμενος μετὰ πολλῆς δυνάμεως καὶ λαλήσας εἰρηνικοὺς λόγους μετὰ δόλου πρὸς τὴν Ἱερουσαλὴμ καὶ εἰσελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ καὶ καθελὼν τὰ τείχη πᾶσαν ἐνέπρησε, καὶ τὸ μὲν ἱερὸν μιαρῶν θυσιῶν ἐνέπλησε, τοὺς δὲ μὴ προαιρουμένους τῶν Ἰουδαίων ἑλληνίσαι ἀφειδῶς κατέκτεινε. πολλοὺς οὖν ἀνελὼν ἀπῆλθεν, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰουδαίους. Ματθίας δέ τις ἱερεὺς ἔχων υἱοὺς πέντε, ἀφ' ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανε, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχον τος ἀνεῖλεν αὐτόν. καὶ συναγαγὼν ἅπαντας τοὺς περὶ αὐτὸν ἀπέρ χεται καὶ κατασκάπτει τοὺς ἀκαθάρτους βωμοὺς τῶν Ἑλλήνων, καὶ τοὺς ἀποστάντας τοῦ νόμου ἀναιρεῖ. ὁ δέ γε Ἀντίοχος ἀκό σμως τε καὶ ἡττημένος ἐκ τῆς Περσίδος τὴν ὑποστροφὴν ποιού μενος, ἐκ πολλῆς ἀθυμίας ἀρρωστήσας ἔφη πρὸς τοὺς οἰκείους ἑαυτοῦ "ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμ πέπτωκα ἀπὸ τῆς μερίμνης. νῦν οὖν μιμνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἱερουσαλήμ. ἔγνων ὅτι χάριν τούτων εὗρον τὰ κακὰ ταῦτα, καὶ ἰδοὺ ἀπόλλυμαι ἐν γῇ ἀλλοτρίᾳ." καὶ συνέταξε τὸν ἁρματηλάτην αὐτοῦ ἐλαύνειν ἀνενδότως, ἐπαισθανόμενος ἐναργῶς τῆς ἄνωθεν κρίσεως τὴν τιμωρίαν. συνέσχε γὰρ αὐτὸν ἀνήκεστος ἀλγηδὼν τῶν σπλάγχνων· συνέβη δὲ πεσεῖν αὐτὸν καὶ ἀπὸ τοῦ ἅρματος ῥοίζῳ φερόμενον, καὶ δυσχερεῖ πτώματι περιπεσεῖν, καὶ πάντα τοῦ σώματος ἀποστρεβλοῦσθαι τὰ μέλη, ὥστε καὶ σκώλη 1.288 κας ἐκβράσαι καὶ ἐν ὀδύναις μεγίσταις καταπίπτειν αὐτοῦ τὰς σάρκας. καὶ οὕτως αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέ στρεψε. Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ. υἱὸς αὐτοῦ, ἐφ' οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχας Ἀντιόχου τροπωσάμενος ἐπελθεῖν καθ' αὑτοῦ Ἀντίοχον παρεσκεύασε μετὰ χιλιάδων ἱππέων εἴκοσι καὶ πεζῶν χιλιάδων ἑκατὸν καὶ ἁρμάτων τριακοσίων καὶ ἐλεφάντων