105
νεʹ γεγυμνασμένων πρὸς πόλεμον. ὃς καὶ διελὼν τοὺς ἐλέφαντας εἰς τὰς φάλαγγας παρέ στησεν ἑκάστῳ ἐλέφαντι ἄνδρας χιλίους τεθωρακισμένους ἐν ἁλυ σειδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἱππεῖς ἐκλεκτοὶ πεντακόσιοι διατεταγμένοι ἑκάστῳ θηρίῳ, καὶ πύρ γοι ξύλινοι ἐφ' ἑκάστῳ θηρίῳ διὰ μηχανῆς, καὶ ἐφ' ἑκάστῳ ἄν δρες δυνάμεως ἔνοπλοι τριακονταδύο. ὡς δὲ κατέλαμπεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας καὶ τὰ ἅρματα, ἔστιλβε τὰ ὄρη ἀπ' αὐ τῶν· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη καὶ ἰσχυρὰ λίαν. καὶ ὡς ἐπέ τεινεν ἡ μάχη, θεασάμενος Ἐλεάζαρ ὁ ἀδελφὸς Ἰούδα πεπυρωμένους τοὺς ἐλέφαντας καὶ τοξότας ἐπ' αὐτῶν φερομένους, ἕνα δ' ἰδὼν ὑψηλότερον τῶν ἄλλων καὶ βασιλικοῖς θώραξι καθω πλισμένον, καὶ νομίσας ἐπ' αὐτὸν φέρεσθαι τὸν βασιλέα, ἐκπη δήσας τῆς παρατάξεως ἐμπλέκεται τῷ τῶν πολεμίων ἀθροίσματι, καὶ πολλοὺς ἀποκτείνας τῶν περὶ τὸν ἐλέφαντα ὑποκάτωθεν αὐτοῦ ὑπέδυ, καὶ πατάξας εἰς τὴν γαστέρα τὸν ἐλέφαντα ἐπικαθίσαι καὶ συντρῖψαι αὐτὸν τὸ θηρίον ἐποίησεν. ὅπερ Ἰούδας θεασάμενος καὶ κραταιότερον τὸν πόλεμον αἰσθόμενος εἰς Ἱερουσαλὴμ ἔφυγε. 1.289 καὶ ἐπιδιώξας Ἀντίοχος ἐπολιόρκει ταύτην. εἶτα λόγους εἰρηνι κοὺς μεθ' ὅρκων ποιησαμένου, δέχεται αὐτὸν Ἰούδας ἔνδον τῆς πόλεως. ὁ δὲ εἰσελθὼν καὶ τὸν ὅρκον παρασπονδήσας καὶ τὸ τεῖχος τέλεον καταστρέψας καὶ τοὺς οἰκήτορας σκυλεύσας εἰς Ἀν τιόχειαν ὑπέστρεψε. μετὰ δὲ ταῦτα Ἰούδας τρισὶν ἔτεσι τὴν θρησκείαν ὀλιγωρηθεῖσαν τὴν πάτριον ἀνεκτήσατο, καὶ πολέμους πολλοὺς ἐπιδειξάμενος καὶ τρόπαια μεγάλα στησάμενος καὶ τῆς χώρας ἅπαντας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας γνώμῃ παντὸς τοῦ λαοῦ τῶν Ἰουδαίων τὴν ἀρχιερωσύνην παρέ λαβε. Τὰ δὲ Ῥωμαίων πράγματα διῳκεῖτο πρῴην ὑπὸ ὑπάτων ἐπὶ ἔτη τξδʹ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννηθέντος· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, ταύτην ἀνασχί σαντες ἐξέβαλον αὐτόν, ὅθεν καὶ λέγεται Καῖσαρ, ὅ ἐστιν ἀνα τομή. ἀφ' οὗ Καίσαρες καὶ οἱ τῶν Ῥωμαίων βασιλεῖς προσηγο ρεύθησαν. Τῷ δὲ εσιαʹ ἔτει τοῦ κόσμου Ἀλεξανδρείας καὶ Αἰγύπτου Πτολεμαῖος ὁ φιλάδελφος ἐβασίλευσεν ἔτη ληʹ, ὃς καὶ τὴν μετα βολὴν τῶν θείων γραφῶν καὶ λοιπῶν Ἑλληνικῶν Χαλδαϊκῶν Αἰ γυπτίων καὶ Ῥωμαϊκῶν εἰς δέκα μυριάδας ἀριθμουμένων βιβλίων, πασῶν τε ἀλλογλώσσων οὐσῶν, εἰς τὴν Ἑλλάδα γλῶσσαν μετε ποίησε διὰ τῶν οʹ σοφωτάτων Ἑβραίων· ἃς καὶ ἐν ταῖς κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθήκαις αὐτοῦ ἐναπέθετο. γέγονε δὲ ἡ μετα βολὴ πᾶσα τῶν Ἑβραϊκῶν βιβλίων ἐν ὅλαις ἡμέραις οβʹ. ἐπὶ τῷ 1.290 κάλλει τοίνυν τῶν θείων γραφῶν ἐκπλαγέντος τοῦ βασιλέως καὶ πάντων τῶν ἐν τέλει, παρόντος καὶ Μενεδήμου φιλοσόφου καὶ ∆ημητρίου Φαληρέως ἠρώτα ὁ βασιλεὺς ὅτι πῶς τοιούτων ὄντων τῶν θείων λόγων, οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν ἐμνήσθη αὐτῶν. καὶ ἀπεκρίθη ὁ ∆ημήτριος ὅτι οὐδείς ποτε ἐτόλμησε τούτων ἅψα σθαι διὰ τὸ καὶ Θεόπομπον θελήσαντα ἱστορῆσαι περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆναι καὶ ὄναρ ἰδεῖν, ὅτι διὰ τοῦτο αὐτῷ συνέβη περιειργασμένῳ τὰ θεῖα. καὶ Θεόδεκτον τὸν τῶν τραγῳ διῶν ποιητὴν ἐν ἑνὶ δράματι μνησθέντα τῶν ἱερῶν βίβλων τούτων τυφλωθῆναι. ἑκατέρους δὲ ἀποσχομένους τοῦ τολμήματος καὶ τὸ θεῖον ἐξευμενισαμένους ὑγιεῖς γενέσθαι. Πτολεμαῖος ὁ εὐεργέτης, ὁ φιλαδέλφου καὶ Ἀρσινόης, ἔτη κ ϛʹ. κατὰ τούτους τοὺς χρόνους Ἰησοῦς ὁ τοῦ Σιρὰχ ὁ τὴν Σοφίαν συγγράψας παρ' Ἑβραίοις ἐγνωρίζετο. Πτολεμαῖος ὁ φιλοπάτωρ, ὁ τοῦ εὐεργέτου υἱός, ἐβασί λευσεν ἔτη ιζʹ. ἐπὶ τούτου ὁ λαὸς τῶν Ἑβραίων αἰχμάλωτος ἐν Αἰγύπτῳ ἀπαχθεὶς τοιοῦτόν τι ἔπαθεν. οὗτος προσέταξε τοῖς αὐτοῦ ὑπασπισταῖς ἐλέφαντας φʹ, οὓς εἶχε, ποτίσαι οἶνον λιβανωτόν, ὅπως ἅπαντας τοὺς Ἰουδαίους δι' αὐτῶν