106
ἀπολέσῃ· εὐξα μένων δὲ ἐκείνων οἱ ἐλέφαντες εἰς τοὺς ἰδίους στρατιώτας καὶ δή μους ἐμπηδήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ κατέσφαξαν· καὶ οὕτω σωθέντες μετ' εὐχαριστίας ἀπελύθησαν εἰς τὰ ἴδια.
1.291 Πτολεμαῖος ὁ ἐπιφανής, ὁ τοῦ φιλοπάτορος υἱός, ἐβασί λευσεν ἔτη κδʹ. Πτολεμαῖος ὁ φιλομήτωρ, ὁ τοῦ ἐπιφανοῦς υἱός, ἔτη λεʹ. ἐπὶ τούτου Ἀντίοχος τοὺς Μακκαβαίους μὴ βουλομέ νους μιαροφαγεῖν ἐκόλαζεν. ἐπὶ τούτου ἱεράτευσεν Ἰούδας Ὑρκανὸς καὶ Ἀριστόβουλος. καὶ ἕως αὐτοῦ τοίνυν τοῦ Ὑρκανοῦ ἡ βασιλεία τοῦ Ἰσραὴλ ἦν. καὶ λαμβάνει τὴν βασιλείαν αὐτοῦ Ἡρώδης ὁ ἀλλόφυλος ὑπὸ τῶν Ῥωμαίων, ὃς καὶ πλησιάζει τῇ Χριστοῦ παρουσίᾳ. καὶ Ὑρκανῷ μὲν συνεμάχει τὸ δημοτικόν, Ἀριστοβούλῳ δὲ οἱ ἱερεῖς. ἦν δέ τις Ὀνίας ὀνόματι εὐσεβὴς καὶ δίκαιος, καὶ ἐκ τῶν ἱερέων, ὃς καὶ ἀνομβρίαν ἔλυσέ ποτε εὐξάμενος· τοῦ τον ἠνάγκασεν εὔξασθαι περὶ νίκης. ὁ δὲ ηὔξατο λέγων "θεὲ κύριε δεσπότης, μήτε τῷ δήμῳ κατὰ τῶν ἱερέων σου μήτε τοῖς ἱερεῦσι κατὰ τοῦ δήμου βοηθήσῃς." τοῦτον δὲ εὐθέως οἱ ὠμοὶ καὶ ἀσεβεῖς ἐλίθασαν. καὶ παρευθὺς τῆς θείας δίκης τούτους μετελθούσης ἦλθε κατ' αὐτῶν Πομπήϊος Ῥωμαίων στρατηγὸς καὶ τὴν πόλιν ἐπόρθησε. καὶ εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων δι' εὐσεβείας οὐδενὸς τῶν ἱερῶν σκευῶν ἥψατο, καίπερ πολλῶν χρη μάτων ὄντων, ἀλλὰ καὶ ἀνακαθᾶραι τὸ ἱερὸν καὶ τὰς θυσίας ἐπι τελεῖν προσέταξεν. ἔπεμψε δὲ Ἀριστόβουλος δῶρον Πομπηΐῳ ἄμπελον χρυσῆν διακοσίων ταλάντων. Πτολεμαῖος ὁ δεύτερος εὐεργέτης ἔτη κθʹ. Πτολεμαῖος ὁ φύσκων δι' ὄγκον τοῦ σώματος ἐπικληθεὶς ἔτη ιζʹ μῆνας ϛʹ. Πτολεμαῖος Ἀλεξᾶς ἔτη ιʹ. Πτολεμαῖος ὁ δεύτερος σωτήρ, ὁ 1.292 υἱὸς τοῦ δευτέρου εὐεργέτου, ἔτη κθʹ. Κλεοπάτρα ἔτη ηʹ. Πτο λεμαῖος ὁ νέος ∆ιόνυσος ἐβασίλευσεν ἔτη λʹ. Κλεοπάτρα ἡ τοῦ νέου ∆ιονύσου θυγάτηρ τελευτήσαντα διαδέχεται πατέρα, καὶ συμβασιλεύει αὐτῇ Πτολεμαῖος ὁ ἀδελφός· τοῦτον διενεχθέντα πρὸς αὐτὴν ἀνελοῦσα μόνη κατέσχε τὴν ἀρχήν, καὶ βασιλεύει ἔτη κβʹ. ὅτι ἐν τῷ ἀριθμῷ τῶν χρόνων δʹ μόνα ἔτη τῆς βασι λείας αὐτῆς δεῖ ἀριθμεῖν. Τῆς Ἀσίας πρῶτος βασιλεὺς Ἀντίγονος γενόμενος Ἀντιγονίαν ἔκτισε τὴν πρὸς τῷ Ὀρόντῃ ποταμῷ. ταύτην Σέλευκος ἐπι κτίσας ὁ Ἀντιόχου πατὴρ Ἀντιόχειαν ὠνόμασεν· ἡ δέ ἐστιν ἡ μεγάλη Ἀντιόχεια. οὗτος ὁ Σέλευκος καὶ Λαοδίκειαν ἔκτισε καὶ Σελεύκειαν, Ἀπάμειαν, Ἔδεσαν, Βέρροιαν, Πέλλαν καὶ Βαβυλῶνα παρεστήσατο. καὶ ἐν ταῖς νέαις πόλεσι Ἰουδαίους συνῴκι σεν Ἕλλησι. Ὅτι ὁ διαφανὴς λεγόμενος Ἐρασίστρατος ἰατρὸς διέγνω Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα διὰ τὸν πρὸς τὴν τοῦ πατρὸς γαμετὴν ἔρωτα, θυγατέρα ∆ημητρίου· ὅθεν Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τῆς γαμετῆς. οὗτος Ἀντίοχος ὁ λεγόμενος σωτὴρ ἔσχεν ἐκ τῆς θυγατρὸς ∆ημη τρίου, γαμετῆς δὲ Σελεύκου τοῦ πατρὸς αὐτοῦ Στρατονίκης ἄρ σενα υἱὸν τὸν ἐπικληθέντα θεόν, ὃς καὶ ἐβασίλευσεν μετ' αὐτὸν Συρίας καὶ Ἀσίας ἔτη ιεʹ. Ἐν τῷ #22εσπαʹ ἔτει τοῦ κόσμου Νικομήδης βασιλεὺς Βιθυ νῶν ἐπ' ὀνόματι αὐτοῦ τὴν Νικομήδειαν ἔκτισε, πρῴην καλουμέ 1.293 νην Ἀστακόν. Ἀντίοχος ὁ ἐπιφανὴς βασιλεὺς Συρίας τὴν Ἱερουσαλὴμ πορθήσας καὶ τὸν ναὸν βεβηλώσας ∆ιὸς Ὀλυμπίου βδέλυ γμα ἐν αὐτῷ ἀνεστήλωσε κατὰ τὴν τοῦ ∆ανιὴλ προφητείαν, ἤγουν τὸ βδέλυγμα τῆς ἐρημώσεως. Ὅτι ροʹ ἔτη ἐτελεσφόρουν Ῥωμαίοις Ἰουδαῖοι ἀπὸ Σελεύκου. Ἰούλιος Καῖσαρ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας Κλεο πάτρας ὑπὸ Ῥωμαίων ἀναρρηθεὶς ὕπατος, εἰς τὴν ἀνατολὴν σὺν πολλῇ ἀνελθὼν δυνάμει καὶ πολλοὺς τῶν αὐτόθι τροπωσάμενος καὶ ὑποφόρους καταστήσας, ἰδίους τῶν τόπων καθίστησιν ἐπιμε λητάς. Ἀντίπατρον μὲν οὖν τὸν Ἀσκαλωνίτην Παλαιστίνης κατέστησε διοικητήν. υἱὸς δὲ ἦν Ἀντίπατρος Ἡρώδου τινός, τῶν ἐν νεωκόροις ἀριθμουμένων καὶ τῶν αὐτόθι τοῦ Ἀπόλλωνος ἱεροδούλων. παῖδα δὲ ὄντα ποτὲ τὸν Ἀντίπατρον λῃσταὶ ἀναρ πάσαντες Ἰδουμαῖοι κατεῖχον, λύτρα ὑπὲρ αὐτοῦ