107
κομιεῖσθαι ὑπει ληφότες· τοῦ δὲ πατρὸς αὐτοῦ εἰς ἔσχατον πενίας ἐληλακότος ἔμεινε παρὰ τοῖς ἁρπάσασιν δουλεύων καὶ τοῖς ἐκείνων ἔθεσι τρε φόμενος. Ἀναιρεθέντος δὲ τοῦ Ἀντιπάτρου φαρμάκῳ βασκανίᾳ τῆς πολλῆς εὐδαιμονίας ὑπὸ Βαλίχου τινὸς Ἰουδαίου, διαδέχονται οἱ παῖδες αὐτοῦ τὴν ἀρχήν, Ἡρώδης καὶ Φασάϊλος. καὶ ὁ μὲν τὴν Ἰδουμαίαν καὶ τὴν Ἱεροσολύμων ἐκληρώσατο γῆν, τὴν δὲ Ἰουδαίαν καὶ Γαλιλαίαν ὁ Ἡρώδης. γνοὺς δὲ ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς τὸν τοῦ ∆αβὶδ τάφον ἀνοίξας τρισχίλια ἔλαβε τάλαντα, ἤνοιξε καὶ αὐτός, καὶ χρήματα μὲν οὐχ εὗρε, κόσμον 1.294 δὲ χρύσειον καὶ κειμήλια πολλὰ ἀνείλετο. πειραθέντος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώματα ∆αβὶδ καὶ Σολομῶντος ἐτέθη σαν, πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων κατέφθειρε. Γενόμενος δὲ εἰς τὴν Αἴγυπτον Ἰούλιος τῆς Κλεοπάτρας κρατύνει τὴν ἀρχήν, τῶν ἐπιτιθεμένων ἀναστείλας τὰς ἐπιβουλάς. καὶ τὰ ἐπὶ τῆς ἀνατολῆς ἅπαντα διοικησάμενος ἐπανῆλθεν εἰς τὴν Ῥώμην μοναρχήσας. Ὅτι ὁ Ἰούλιος μὴν Κυντίλιος ἐλέγετο, μετωνομάσθη δὲ παρὰ Ἀντωνίου διὰ τὸ γεννηθῆναι αὐτῷ Γάϊον Ἰούλιον. ὁ δὲ Σεξτίλιος ἀπὸ Αὐγούστου Αὔγουστος, ὅ ἐστι σεβαστός. Ὅτι κάρμινα παρὰ Ῥωμαίοις λέγεται τὰ ἔπη καὶ καρμεντία ἡ μαντεία. Ὅτι τὴν πρώτην τοῦ μηνὸς Ῥωμαῖοι καλάνδας καλοῦσι· νόννας δὲ καὶ εἰδοῦς ἐπὶ μὲν Ἰανουαρίου καὶ Φεβρουαρίου Ἀπριλλίου τε καὶ Ἰουνίου καὶ Αὐγούστου καὶ Σεπτεμβρίου καὶ Ὀκτωβρίου καὶ Νοεβρίου τὰς μὲν νόννας λέγουσι εʹ τοῦ μηνός, τὰς δὲ εἰδοῦς ιγʹ τοῦ μηνός, ἐπὶ δὲ Μαρτίου καὶ Μαΐου καὶ Ἰουλίου καὶ ∆εκεμβρίου τὰς μὲν νόννας τὴν ζʹ τοῦ μηνός, τὰς δὲ εἰδοῦς τὴν ιεʹ τοῦ μηνός. καλάνδας τοίνυν Ἰανουαρίου εὑρίσκων τὴν αʹ Ἰανουαρίου νομίσεις. ἔτι δὲ πρὸ τριῶν τὴν τρίτην καὶ πρὸ μιᾶς νοννῶν Ἰανουαρίων τὴν δʹ, διὰ τὸ τὴν εʹ, ὡς ἔφημεν, νόνναν καλεῖσθαι. μετὰ δὲ τὴν εʹ εἴποις ἂν πρὸ ηʹ εἰδῶν Ἰανουαρίων, ἤγουν τῇ ϛʹ 1.295 τούτου, καὶ πρὸ ἑπτὰ πάλιν τῇ ζʹ, καὶ ἑξῆς ὁμοίως, διὰ τὸ τὴν ιγʹ Ἰανουαρίου εἰδοῦς Ἰανουαρίου λέγεσθαι. τὴν δὲ ιδʹ τούτου εἴποις ἂν πρὸ ιθʹ καλανδῶν Φεβρουαρίου, τὴν δὲ ιεʹ πρὸ ιηʹ, καὶ ἑξῆς κατὰ τὸν τρόπον μέχρι τῆς πρώτης Φεβρουαρίου· εἶτα ἐρεῖς καλάνδας Φεβρουαρίου. ἔτι δὲ καὶ ἐπὶ τῶν ἄλλων μηνῶν ὁμοίως.
Ὅτι Ῥωμαῖοι κίβους τὴν τροφὴν ἐκάλουν· ἐξ οὗ καὶ Ἰανὸν Κιβούλλιον διὰ τὸ εὐωχιαστικὸν καὶ Ἰανὸν Κυρῖνον ὡσανεὶ πρόμαχον, καὶ Κονσαῖον ἀντὶ τοῦ ὁδαῖον καὶ πατρίκιον αὐτόχθονα. ∆ίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει, διὰ τὴν τοῦ Κρόνου ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προϋπ αρχόντων, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι· ἐξ οὗ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτοῦ μηνὸς γίνεσθαι. Φέβρουαν θεάν τινα καθαρτικὴν τῶν πραγμάτων οἱ Ῥω μαῖοι παρέλαβον. Ἀνύσιος δὲ ἐν τῷ περὶ μηνῶν φεβροῦον τὸν καταχθόνιον τῇ Θούσκων φωνῇ λέγει. ὁ δὲ Λαβεὼν ἀπὸ τοῦ πένθους λέγει κληθῆναι τὸν Φεβρουάριον· φέβρους γὰρ παρὰ Ῥω μαίοις τὸ πένθος προσαγορεύεται. κατ' αὐτὸν δὲ τοὺς κατοιχο μένους ἐτίμων, καὶ φεβρουᾶραι τὸ καθᾶραι. Ὅτι τὸν Μάρτεμ οἱ Ῥωμαῖοι μόρτεμ ἐκάλουν οἱονεὶ θάνα τον, ἢ κινητὴν τῶν τεχνῶν, ἢ τὸν παρ' ἀρρένων καὶ μόνων τιμώ μενον, ἢ ἐκ τοῦ μάρνασθαι, κατὰ Φιλόξενον. καλεῖται δὲ Αἰ γυπτιαστὶ Ἐρτωσί· τοῦτο δὲ σημαίνει παντὸς γένους ζῳογονίαν 1.296 καὶ πάσης οὐσίας καὶ ὕλης, κατὰ φύσιν καὶ δύναμιν διατακτικὴν ζῳογονικήν. Ὅτι κέρδος ἡ ἐπίκαιρος δόσις λέγεται, μιλιαρίσια δὲ ἀπὸ τῆς μιλιτίας ἤγουν στρατείας· ὁ γὰρ Σκιπίων δι' ἔνδειαν χρυ σίου τοῖς στρατιώταις τὰ μιλιαρίσια κατασκευάσας ἐπιδέδωκεν, Ἀννίβου τοῖς πράγμασιν ἐπικειμένου. Ὅτι δηλάτορας τοὺς διαβόλους καὶ συκοφάντας καλοῦσι Ῥωμαῖοι. Ὅτι σπαθάριος ὁ σωματοφύλαξ ἐστίν, ὀρατίων ἡ προσφώ νησις, καὶ φαυρικίσιοι οἱ τῶν ὅπλων δημιουργοί. Ὅτι Ῥωμαῖοι τὰς σώφρονας γυναῖκας ματρώνας ἐκάλουν, οἱ δὲ Ἕλληνες οἰκοδεσποίνας. αἳ τοσοῦτον τῆς αἰδοῦς ἐφρόντιζον ὡς μηδὲ ταῖς πολλαῖς