108
τῶν γυναικῶν ὁμιλεῖν, ἀλλὰ τόπους τινὰς ἡσυχίους ἐν τοῖς βαλανείοις ἔξω τοῦ πλήθους ἑαυταῖς ἀφορίζειν, οὓς ἔτι καὶ νῦν ματρωνίκια καλοῦσιν. Ὅτι σώφρονες Ἑλλήνων οὗτοι, Βελλεροφόντης Σθενεβοίας καὶ Τέλης Ἀλφεσιβοίας καὶ Πηλεὺς Ἀστυδαμείας καὶ Ἱππόλυτος Φαίδρας. Ὅτι ἡ ἀὼ παρὰ Χαλδαίοις ἑρμηνεύεται φῶς νοητὸν τῇ Φοι νίκων γλώσσῃ· καὶ Σαβαὼθ δὲ ὁ ὑπὲρ τοὺς ἑπτὰ πόλους, τουτέ στιν ὁ δημιουργὸς θεός. Ὅτι νέα ἡ πρώτη τοῦ μηνὸς παρὰ Ἀττικοῖς, ἔννη δὲ ἡ τε λευταία. καλάνδη ἡ νεομηνία, ἀπὸ τοῦ καλεῖν ἐν αὐτῇ τὸν ἱερέα 1.297 τὸν δῆμον καὶ κηρύττειν τὴν ἡμέραν τῆς νόννας, ἐξ ἧς ἐδηλοῦτο ἡ μεσομηνία, ἣν αὐτοὶ πατρίως εἰδοῦς προσαγορεύουσιν. ἰστέον ὅτι Μάρτιος καὶ Μάϊος καὶ Ἰούλιος καὶ Ὀκτώβριος ἑβδομαίας ἔχουσι τὰς νόννας καὶ πεντεκαιδεκαταίας τὰς εἰδοῦς, οἱ δὲ λοιποὶ πεμπταίας τὰς νόννας, καὶ τρισκαιδεκαταίας τὰς εἰδοῦς. Φουρτούνα παρὰ Ῥωμαίοις ἡ εὐδαιμονία. Ὅτι ἡ δεκὰς δεχὰς προσαγορεύεται ὡς δεκτικὴ τοῦ ἀπείρου. ἡ αὐτὴ καὶ κλαδοῦχος, διότι ἐξ αὐτῆς οἱ ἀριθμοὶ πάντες ὡς κλάδοι τινὲς φύονται. Σπόρτα παρὰ τοῖς αὐτοῖς ἡ σπυρίς, ἡ καὶ φίσκος καλεῖται· κἂν διαφέρωσι τῷ φίσκον μὲν καλεῖσθαι τὴν ῥαβδωτὴν πλεκτά νην, σπόρταν δὲ τὴν φλοιώδη. ἔστι δὲ καὶ ἑτέρα κατασκευὴ σπυρίδος, ἀντὶ πίλου τῇ κεφαλῇ τιθεμένη· καλεῖται δὲ παρ' Ἰτα λοῖς κάμελα, ἐξ οὗ καὶ καμελαύκια. Μαππάριον τοῖς Ῥωμαίοις ἔδοξε καλεῖν ἐξ αἰτίας τοιαύτης. ἔθος ἦν τοῖς ὑπάτοις ἐπὶ τῶν θεάτρων εὐωχεῖσθαι. μετὰ δὲ τὸ παύσασθαι τῆς εὐωχίας τὸ ἐν χεροῖν ἐκμαγεῖον, ὃ καὶ μάππαν πατρίως καλοῦσιν, ἐξ οὗ καὶ μανδύλια, ἔρριπτον· ὅπερ ὑποδε χόμενος ὁ λεγόμενος μαππάριος τὸν ἀγῶνα παρεσκεύασεν. οὐ πλέον δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια οἱονεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν πυραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγωνισταὶ διὰ τὸ τοσούτους εἶναι τοὺς τῶν πλα 1.298 νήτων πόλους, οὓς Χαλδαῖοι στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ διὰ τὸ μέχρις αὐτῆς διήκειν τὸ τῆς ὕλης σκύβαλον κατὰ τὸ λόγιον. Ὅτι βιξιλατίωνες οἱ Ῥωμαίων ἱππεῖς, καὶ βίξιλα παραπε τάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς τετράγωνον σχῆμα πεποιη μένα· ταῦτα ἐξαρτῶντες ἐπὶ μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασιλέων κατασκέπτουσιν αὐτούς. εἶεν δ' ἂν τὰ λεγόμενα φλάμουλα. Ἡ παρ' Ἕλλησιν ὀπτὴ πλίνθος λατέρκουλον παρὰ Ῥωμαίοις λέγεται. ἦν δὲ πλίνθος δημοσία, ἐφ' οὗ τά τε τῶν βουλευτῶν καὶ τὰ τῶν στρατευμάτων ὀνόματα ἀπεγράφετο, καὶ ἐγράφετο ἐπὶ τείχους εἰς τετράγωνον σχῆμα τύπος τις καὶ γραμμὴ πλίνθος. τίτλον καὶ αὐτήν τινες ὀνομάζουσιν, οὐκ εἰδότες ὡς τίτλος κυ ρίως ἡ προσγραφὴ τῶν ἀξιωμάτων λέγεται, οὐ μὴν ἡ τετράγωνος γραμμή. Λέγεται παρὰ Ῥωμαίοις ματρίκιον τὸ πλατὺ ξύλον καὶ παχύ· οἱ γὰρ ἀρχαῖοι ξύλοις καὶ φλοιοῖς καὶ φιλυρίνοις πίναξι προσγράφοις ἐκέχρηντο. ἔστι δὲ καὶ σανὶς φιλυρίνη, ἐφ' ἧς τὰ ῥήματα τῆς ἐλευθερίας εἴωθε γράφεσθαι. τιλία δὲ παρὰ τοῖς αὐτοῖς ἡ φιλύρα τὸ ξύλον· ὅθεν κῶδιξ τὸ βιβλίον. κῶδιξ δὲ κυρίως ὁ φιτρὸς παρ' αὐτοῖς καλεῖται, καὶ λίβερ τὸ βιβλίον. λίβερ δὲ ὁ φλοιός ἐστι κυρίως· ταῦτα καὶ ματρίκιον. καὶ ματρι καρίους τοὺς ξυλουργοὺς καλοῦσι. Τρισώματον τὸν Γηρυόνην φασὶν οὐχ ὅτι τοσούτοις ἐχρή 1.299 σατο σώμασιν, ἀλλ' ὅτι τρεῖς νῆσοι ἐν τῷ ὠκεανῷ κείμεναι συνε μάχουν αὐτῷ. Ὅτι Ῥωμαῖοι τὰ δίζυγα ἅρματα βίγας ἐκάλουν, ἐξ ὧν καὶ βιγάριοι. Λατίνους τοὺς ἐπιχωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλ ληνίζοντας καλοῦσιν. δεκανοὺς τοὺς ῥαβδούχους. Ὅτι τὰ λεγόμενα ἑπτὰ θεάματα ἐστὶ ταῦτα· κενὸν φρύαγμα τῶν πάλαι πυραμίδες, Αἴγυπτος ἅσπερ εἶχε κόμπον ἡ πλάνος, καὶ πύργος ἄστροις ἐξισούμενος Φάρου. μέγας κολοσσὸς ὁ θρυλούμενος Ῥόδου, καὶ τύμβος ἐξάκουστος ὁ τοῦ Μαυσώλου, καὶ Κυζίκου φέριστος ἀρραγὴς δόμος. τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας δόμος, τὸν ὅνπερ ἐξήγειρεν Ἀρτεμισία ἡ Μαυσώλου τάλαινα σύζυγος πάλαι. καὶ τὸ θέατρον Λυκίας τῆς τῶν Μύρων, ὅπερ κατεσπάραξεν Ἰσμαὴλ γόνος. καὶ Ῥουφίνιον ἄλσος ἐν