109
τῷ Περγάμῳ, οὗπερ τὸ κάλλος πᾶσαν ἔδραμε χθόνα. Γάϊος Ἰούλιος Καῖσαρ ἐβασίλευσεν ἔτη δʹ μῆνας ζʹ. Καῖσαρ δὲ ἐπεκλήθη, ὃ λέγεται ἀνατομή, ὅτι θανούσης τῆς μητρὸς αὐτοῦ ἐν τῷ ἐννάτῳ μηνὶ ταύτην ἀνατεμόντες ἐξήγαγον αὐτόν.
Oὗτος1.300 καὶ δικτάτωρ ἐκλήθη, ὅ ἐστι μονάρχης· δικτάτωρ δέ ἐστιν ἀρχὴ ἀνυπεύθυνος. τούτῳ ἐτέχθη ἵππος ἀντὶ ὁπλῆς χηλὰς ἔχων καὶ μηδένα ἕτερον ἀναβάτην δεχόμενος ἢ αὐτόν, ὡς Βουκέφαλος τὸν Ἀλέξανδρον. οὗτος νέος ὢν ἔδοξεν ἐν τοῖς ὕπνοις συνουσιάζειν τῇ ἰδίᾳ μητρί. Ὅτι αὐτὸς Ἰούλιος, ὥς φησι Πλούταρχος, μεγίστοις ἀγῶσι Γερμανοὺς καὶ Γάλλους καὶ Βρεττανοὺς χειρωσάμενος, ὑποφόρους τοῖς Ῥωμαίοις πεντακοσίας πόλεις οἰκουμένης κατε στήσατο. Ὅτι ἡ γαμετὴ αὐτοῦ ἐν τῇ νυκτὶ μεθ' ἣν ἐσφάγη, ἔδοξεν ὁρᾶν τὴν οἰκίαν Καίσαρος συμπεπτωκέναι, καὶ αὐτὸν κατατετρω μένον καὶ αἵματι περιρρεόμενον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. τούτῳ μέλλοντι τὴν αὔλιον ἐξελθεῖν θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον εἰκὼν αὐτοῦ τοῦ Καίσαρος ἐφεστῶσα τῷ προθύρῳ αὐτομάτως κατέπεσε. καὶ πρὸς τούτοις χάρτην αὐτῷ τις ἐπιδέ δωκε πᾶσαν τὴν κατ' αὐτοῦ μελετωμένην ἐπιβουλὴν ἔχοντα. καὶ νομίσας ἄλλο τι εἶναι οὐκ ἐνέτυχεν, ἀλλὰ δεδωκὼς ἑτέρῳ φυ λάττειν ἐσφάγη ὑπὸ Βρούτου καὶ Κασίου ἐν τῷ βουλευτη ρίῳ, χρόνων ὑπάρχων νʹ. κληρονόμον δὲ καὶ θετὸν υἱὸν κατέλιπεν Ὀκτάβιον τὸν υἱὸν Ἰουλίας τῆς ἰδίας ἀδελφῆς, ἔτος ἄγοντα ιʹ. Ὀκτάβιος Αὔγουστος Καῖσαρ, ὁ ἀνεψιὸς Ἰουλίας, ἐβασί λευσεν ἔτη νʹ. ἀφ' οὗ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, ὅ ἐστι σεβαστός, Σεξτίλιος πρὶν ὀνομα 1.301 ζόμενος. ἐν τῇ νυκτὶ δὲ ᾗ ἐγεννήθη, εἶδεν αὐτοῦ ὁ πατὴρ καθ' ὕπνους ἐκ τῶν κόλπων τῆς γυναικὸς αὐτοῦ τὸν ἥλιον ἀνατέλλοντα· ἡ δὲ μήτηρ αὐτοῦ εἶδεν ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς τὸν οὐρανὸν ἀνεφέρετο. καὶ ὅτι Νιγίδιος βουλευτὴς ἀστρολόγος βραδὺ προελθόντος τοῦ πατρὸς αὐτοῦ ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τετέχθαι, κἀκεῖνος ἀνεβόησεν "ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας." ὅτι τρεφομένου αὐτοῦ ἐν ἀγρῷ κα ταπτὰς ἀετὸς τὸν ἄρτον ἐκ τῶν χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπαν ελθὼν πάλιν εἰς τὰς χεῖρας αὐτοῦ τοῦτον κατέθετο. ὅτι ἐν παι σὶν αὐτοῦ τελοῦντος Κικέρων αὐτὸν [ὁ Ὀκτάβιος] ἐν ὀνείροις ἐθεάσατο χρυσῇ ἁλύσει δεδεμένον καὶ μάστιγα κρατοῦντα ἐκ τοῦ οὐρανοῦ χαλασθῆναι εἰς τὸ Καπιτώλιον. ὅτι ἐν τῷ τέλει αὐτοῦ κεραυνὸς εἰς τὴν εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισεν, ὡς τοὺς μάντεις εἰπεῖν ὅτι τεθνήξεται. συγκαλέσας δὲ τοὺς βουλευτὰς εἶπε "πηλίνην παραλαβὼν τὴν Ῥώ μην λιθίνην ὑμῖν αὐτὴν καταλέλοιπα" διὰ τὸ περιὸν τῆς δυνά μεως. ἐν τῷ Σεξτιλίῳ δὲ μηνὶ γενόμενος ὕπατος καὶ πολλὰς νίκας νικήσας, ἐν τούτῳ καὶ τελευτᾷ· διὸ καὶ Σεξτίλιος αὐτὸς πάλιν ἐλέγετο διὰ τὸ τὸν Σεξτίλιον μῆνα ἐπονομασθῆναι Αὔγουστον. ἠγαπᾶτο δὲ ὑπ' αὐτοῦ Μαικήνας ἀνὴρ σοφός, ὃς καὶ πρῶτος τὰ σημεῖα ἐφεῦρεν. ὅς ποτε δικάζοντος τοῦ Καίσαρος καὶ πολλῶν θάνατον καταψηφισαμένου, μὴ δυνάμενος διὰ τὸ πλῆθος τοῦ λαοῦ .... αὐτοῦ, ἔγραψεν "ἀνάστα δήμιε," καὶ σημηνάμενος 1.302 ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ· ὅπερ ἀναγνοὺς ὁ Καῖσαρ ἀνέστη, κελεύσας ἀργῆσαι τὰ κριθέντα παρ' αὐτοῦ. ὅτι πάνυ ἦν τῶν φίλων θεραπευτικός. τινὸς γὰρ τῶν συστρατευομένων αὐτῷ δεη θέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἰπεῖν αὐτὸν μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι. ὃς ὀργισθεὶς ἔφη "ἐγὼ ὁσάκις τῆς ἐμῆς ἐπι κουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ' ἐμοῦ ἔπεμψα." καὶ ἐρυθριά σας ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξεν. Ἐπὶ δὲ τῆς βασιλείας Αὐγούστου Καίσαρος εἰσῆλθε πλοῖον ἀπὸ Ἀλεξανδρείας εἰς τὴν πόρταν Ῥώμης, ἐπιφερόμενον σίτου μοδίων χιλιάδας υʹ, ἐπιβάτας αςʹ, ναύτας ςʹ, πέπερι, ὀθόνας, χάρτην, ὑέλια, καὶ τὸν μέγαν ὀβελίσκον μετὰ τοῦ βασιλέως, αὐτόν τε ἑστῶτα ἐν τῷ μεγάλῳ ἱππικῷ, ἔχοντα ὕψος πόδας πζʹ ἥμισυν. Εἶχε δὲ καὶ Ἀθηνόδωρον τὸν