110
Ἀλεξανδρέα σοφώτατον πάνυ. ἦν δὲ Καῖσαρ μανιώδης ἀεὶ περὶ τὰς τῶν ἀλλοτρίων γυναῖκας, ὡς καὶ αὐτοὺς ἐξυπηρετεῖν τῷ μιάσματι. ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς τοῦτον τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν καταστέγῳ φορείῳ καὶ κατασημάνασθαι, καὶ αὖθις τὸν δακτύλιον ἀντιπέμψασθαι· καὶ οὕτω δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστρεφεν. ὅπερ γέγονέ τινι, ὃς 1.303 μὴ τολμήσας ἀντειπεῖν ἀπωδύρετο τὸ δυστύχημα. οἷς ἐπιστὰς Ἀθηνόδωρος κλαίουσι, καὶ τὴν αἰτίαν μαθών, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ καὶ κατασημηναμένους ἀποστεῖλαι, γυμνὸν ξίφος ἐπιφερόμενον. οὗ ἀπαχθέντος ἐδόκει Καῖσαρ τὴν γυναῖκα εἶναι τοῦ συγκλητικοῦ, καὶ ἀνοίξαντος τὰς θύρας ἐξέθορε ξιφήρης Ἀθηνόδωρος καὶ πάνυ κατέπτηξε τῷ ἀθρόῳ τὸν Καίσαρα. καὶ δεδιότα αὐτὸν ἀνεκτήσατο, καὶ τοῖς μεγίστοις κατέδησεν ὅρκοις μηδέποτε τοῦτο πρᾶξαι. ὃν τοσοῦτον ἀπεδέξατο ὡς τὴν σύγκλη τον συναγαγὼν πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσαι, προσθεῖναι δὲ καὶ τοῦτο, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπανωρ θώθη. γηράσας δὲ ὁ Ἀθηνόδωρος ᾔτησεν ἀπελθεῖν εἰς τὴν πα τρίδα· ἔλεγε γὰρ ὡς τέλειος εἴη ὁ Καῖσαρ κατὰ πᾶσαν φιλοσοφίαν καὶ πρᾶξιν. ὁ δὲ μόλις ἐπέτρεψεν αὐτῷ τὴν ἀναχώρησιν. ὡς δὲ μέλλων ἀπαίρειν ἠσπάζετο αὐτόν, καὶ ἐπικύψας εἰς τὸ οὖς παρε κάλει ἵν' ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ' ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ στοιχεῖα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. ὁ δὲ Καῖσαρ αἰσθόμενος ἔφη "εὖγε, ὑπέμνησάς με ὡς ἀτελής εἰμι καὶ τῆς σῆς διδασκαλίας δεόμενος. διὰ τοῦτο οὐ συγχωρήσω σοι τῆς ἐνεγκαμένης τέως ἐπιβῆναι." Τούτου τῷ δευτέρῳ ἔτει αἱ ἴνδικτοι ἐπενοήθησαν καὶ τὸ βίσεξτον, καὶ νόμους ἐξέθετο πολιτικούς. καὶ Βιργίλιος παρὰ Ῥωμαίοις ἐγνωρίζετο ποιητής. ἐπὶ τούτου καὶ Ἰούδαν τὸν Γαλι 1.304 λαῖον τὸν ἐν ταῖς πράξεσιν ἐμφερόμενον ἱστοροῦσιν ἐγηγέρθαι, καὶ Ἀντίπατρον τὸν Ἡρώδου πατέρα τῆς Ἰουδαίας βασιλέα καταστῆναι ὑπὸ Ῥωμαίων.
Ἀντώνιος δὲ ὁ στρατηγὸς καὶ ὕπατος Ῥωμαίων, ὥς φησι ∆ίων ὁ Κόκκειος, ἀνελὼν Βροῦτον καὶ Κάσιον τοὺς φονευτὰς Ἰουλίου Καίσαρος, τὸν στρατὸν ἀναλαβὼν ἦλθεν ἐν Συρίᾳ. ἔρωτι δὲ βληθεὶς Κλεοπάτρας ἀντῆρεν Αὐγούστῳ Καίσαρι· ὅθεν ἐπαν ελθεῖν εἰς Ῥώμην οὐκ ἐγνώκει ὡς λόγον ἀποδώσων. οὗτος ὁ Ἀντώνιος μετὰ Κλεοπάτρας Ἀλεξανδρείας καὶ Αἰγύπτου ἀνταρσίαν βουλευσάμενος προσέχωσε τὸν Ἀλεξανδρείας τῆς πόλεως καὶ Φάρου τῆς νήσου μεταξὺ διακείμενον θαλάσσιον πορθμόν, ὡσεὶ τέσσαρα μίλια ἔχοντα διάστημα. τοῦτον οὖν τὸν πορθμὸν χειρὶ πολλῇ καὶ σπουδῇ καὶ δαπάνῃ, ∆εξιοφάνους μηχανικοῦ τοῦ ἔργου προηγουμένου, συντελέσαντες ἤπειρον καὶ βατὸν εἶναι παρεσκεύα σαν ἄβατον ὄντα τὸ πρότερον, καὶ ἀκωλύτως ἐξεῖναι πρὸς τὴν Φάρον διαβαίνειν. Τούτου τῷ ιδʹ ἔτει Αὐγούστου δὲ Καίσαρος μβʹ ἔτει τῆς μοναρχίας αὐτοῦ, τίκτεται Χριστὸς ὁ θεὸς ἡμῶν. ἔτος τοῦτο κτίσεως κόσμου κατὰ τὰς ἀκριβεστέρας ἀναγραφὰς #22εφʹ, μηνὶ ∆εκεμβρίῳ κεʹ, ἡμέρᾳ δʹ. κύκλος ἡλίου ὀκτωκαιδέκατος, καὶ σε λήνης κύκλος ιεʹ. εἶτα γνῶναι τὴν ἡμέραν βουλόμενοι καθ' ἣν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, τίθεμεν τὰς κατὰ τὸ παρὸν ἔτος δʹ ἐπακτὰς τοῦ ἡλίου, καὶ ταύταις προστίθεμεν τὰς ἀπὸ ἀρχῆς τοῦ πρώτου μηνὸς ἡμέρας, Ἀπριλλίου λʹ, Μαΐου λαʹ, 1.305 Ἰουνίου λʹ, Ἰουλίου λαʹ, Αὐγούστου λαʹ, Σεπτεμβρίου λʹ, Ὀκτωβρίου λαʹ, Νοεμβρίου λʹ, ∆εκεμβρίου κεʹ, ὁμοῦ ςαʹ. ταύτας ὕφελε ἐπὶ τῶν ἑπτὰ οὕτως· ἑπτάκις μʹ σπʹ· ιαʹ ζʹ· λοιπαὶ δʹ. ἔγνωμεν οὖν ὡς καθ' ἣν ἡμέραν ἐδημιούργησε τοὺς φωστῆρας, κατ' αὐτὴν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ὡς ὑπάρχων ἥλιος δικαιοσύνης. Τῷ ιεʹ ἔτει Τιβερίου Καίσαρος βαπτίζεται ὑπὸ Ἰωάννου, ἰνδικτιῶνι πρώτῃ, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ιγʹ ἡμέρᾳ τοῦ λαʹ ἔτους αὐτοῦ, ʹ τοῦ Ἰανουαρίου μηνός. ἐν τῷ #22εφʹ