111
ἔτει τοίνυν τῆς τοῦ κόσμου γενέσεως ἐγεννήθη Χριστὸς ὁ θεὸς ἡμῶν. ἐν δὲ τῷ παρόντι #22εφλʹ ἔτει ἐβαπτίσθη, καθὼς λέλεκται. μετὰ δὲ τὸ βαπτισθῆναι ἅπαντα τὸν λαόν, ᾗ φησὶ τὰ ἱερὰ λόγια, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἐγένετο ἀνεῳχθῆναι τὸν οὐρανόν, καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστε ρὰν ἐπ' αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν "σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν σοὶ ηὐδόκησα." εἶτα γνῶναι βουλό μενοι καὶ ποία ἦν τῆς ἑβδομάδος ἡμέρα ὅτε ὁ κύριος ἐβαπτίσθη, τίθεμεν τὰ #22εφλʹ ἔτη. τούτοις προστίθεμεν τὸ τέταρτον, καὶ γίνονται #22κʹ. ταῦτα ὑφείλομεν παρὰ τὸ ἑπτάϊ, λέγοντες, ἑπτάϊ ʹ τʹ, ἑπτάϊ πʹ φξʹ, ἑπτάϊ ηʹ νʹ. λοιπαὶ δʹ ἐπακταί. ταύταις προσάπτομεν τὰς ἀπὸ τοῦ πρώτου μηνὸς ἡμέρας ἕως αὐ τῆς τῆς ἡμέρας ἐν ᾗ ὁ κύριος ἐβαπτίσθη. οὕτως ἔχεις ἐπακτὰς δʹ. 1.306 Ἀπριλλίου λʹ, Μαΐου λαʹ, Ἰουνίου λʹ, Ἰουλίου λαʹ, Αὐγούστου λαʹ, Σεπτεμβρίου λʹ, Ὀκτωβρίου λαʹ, Νοεμβρίου λʹ, ∆εκεμ βρίου λαʹ, Ἰανουαρίου ʹ, ὁμοῦ σπεʹ. ταύτας ὕφελε ἐπὶ τῶν ἑπτά, λέγων ἑπτάϊ μʹ σπʹ, λοιπαὶ εʹ. ἔγνωμεν οὖν ὡς ἐν εʹ τῆς ἑβδομάδος ἡμέρᾳ ἐβαπτίσθη ὁ κύριος. καθ' ἣν ἡμέραν αὐτὸς ὁ κύριος προσέταξεν ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐβαπτίσθη καὶ ἡγίασε τὸ ὕδωρ καὶ ζωοποιὸν ἡμῖν ἀπειργάσατο. Μετὰ δὲ τὸ βαπτισθῆναι, καὶ πειρασθῆναι ὑπὸ τοῦ Σα τανᾶ ἐν τῇ ἐρήμῳ, καὶ νικῆσαι τὸν πειράζοντα, παρεγένετο εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ κελεύ σας τοὺς μαθητὰς πιστεύσαντας καὶ δεξαμένους τὸ κήρυγμα τῆς εὐσεβείας ἀνελθεῖν μετ' αὐτοῦ εἰς Ἱεροσόλυμα, ἑορτάσαι τὸ νομικὸν πάσχα. εἶτα θέλοντες γνῶναι ποστῇ τοῦ μηνὸς ἔφθασε κατὰ τὸ παρὸν #22εφλζʹ ἔτους, ἀρχὴν εἰληφυῖα ἀπὸ καʹ τοῦ Μαρτίου μηνός, ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, τὰ #22εφλʹ ὑφείλομεν ἐπὶ τῶν ιθʹ. λοιπαὶ ζʹ. ταύτας ἑνδεκαπλασιάζοντες, γίνονται οζʹ. ἔκβαλε τριακάδας δύω, λέγων δὶς λʹ ξʹ· λοιπαὶ ιζʹ. πρόσβαλε ταύταις τρεῖς τὰς πρὸ τῶν φωστήρων, πρὸ σελήνης ζʹ, καὶ ζʹ τὰς ἀπὸ καʹ, καὶ αὐτῆς τοῦ Μαρτίου μηνός. ὁμοῦ μδʹ. ὕφελε λʹ· λοιπαὶ ιδʹ. καὶ ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τῇ κζʹ τοῦ Μαρτίου μηνός. εἶτα θέλοντες γνῶναι καὶ ποίᾳ ἡμέρᾳ ἔφθασεν ἡ αὐτὴ ιδʹ τοῖς #22εφλʹ, προστίθεμεν τὸ τέταρτον, #22ατπδʹ, 1.307 καὶ γίνονται #22κʹ. ταῦτα ὕφελε εἰς τὰ ζʹ, λέγων ζʹ τʹ, ζπʹ φξʹ, ζηʹ νʹ. λοιπαὶ δʹ ἐπακταί. ταύταις πρόσβαλε τρεῖς τὰς πρὸ τῶν φωστήρων, καὶ ζʹ τὰς ἀπὸ καʹ, καὶ αὐτῆς τοῦ Μαρ τίου μηνός. ὁμοῦ ιδʹ. καὶ ὕφελε ζʹ· λοιπαὶ ζʹ. καὶ ἦν σάβ βατον.
Τῷ δὲ ιθʹ ἔτει Τιβερίου Καίσαρος ὁ κύριος ἐπὶ τὸ πάθος παρῆν. ἔτος τοῦτο #22εφλθʹ, μηνὶ Μαρτίῳ κγʹ, ἡμέρᾳ ʹ. ἀνέστη δὲ τῇ κεʹ τοῦ αὐτοῦ Μαρτίου μηνός, ἐν ᾧ χρόνῳ ἐτελέσθη, ἡμέρᾳ αʹ. ὅθεν καὶ τὸ κύριον πάσχα ἑορτάζειν ἡ ἐκκλησία παρεί ληφε τῇ κεʹ τοῦ Μαρτίου μηνός. ἐν ᾧ χρόνῳ ἐτελέσθη τὸ Ἰου δαϊκὸν πάσχα, μηνὶ Μαρτίῳ κδʹ, ἡμέρᾳ ζʹ. κύκλος ἡλίου κγʹ καὶ σελήνης ιʹ, ἀρχὴν εἰληφότα τὴν καʹ τοῦ Μαρτίου μηνός, τῆς ἐνεστώσης δʹ ἰνδικτιῶνος. καὶ ιαʹ ἔτος τῆς κατὰ φύσιν ἐννεακαι δεκαετηρίδος τῆς σελήνης, καὶ κʹ τῆς κατὰ φύσιν ὀκτωκαιεικο σαετηρίδος τοῦ ἡλίου. τοῦτο δὲ τὸ τέταρτον πάσχα ἐστὶν ἐν ᾧ πέπονθεν ὑπὲρ ἡμῶν Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν. μαρτυρεῖ δὲ καὶ αὐτὸ τὸ εὐαγγέλιον, τό "καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα ἀκωλύτως τῇ ἑξῆς ἡμέρᾳ φάγωσι τὸ πάσχα." καὶ αὖθις "οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν." ἐν ᾧ οὖν καιρῷ κατὰ σάρκα ἔπαθεν ὑπὲρ ἡμῶν ὁ κύριος, τὸ κατὰ νό 1.308 μον οὐκ ἔφαγε πάσχα, ἀλλ' αὐτὸς ὑπὲρ ἡμῶν ἐτύθη. ὅτι δὲ οὐ κατὰ τὴν ιδʹ ἐπετέλεσε τὸ πάσχα, ἀλλὰ πρὸ τούτου τὸ μυστικὸν ἐτέλεσε δεῖπνον, ὅτε καὶ ὁ ἁγιασμὸς τῶν ἀζύμων καὶ ἡ προετοι μασία τῆς ἑορτῆς ἐγίνετο, εὑρίσκεται τοῖς μαθηταῖς