112
μεταδιδοὺς οὐ θύματος οὐδὲ ἀζύμων, ἀλλ' ἄρτου καὶ ποτηρίου. Οἱ δὲ τὴν γέννησιν τοῦ Χριστοῦ ἀναγράφοντες εἰς τὸ #22εφʹ ἔτος καὶ τὸ πάθος ἐν τῷ #22εφλγʹ σφάλλουσι, μὴ τὴν ἀκρίβειαν τοῦ ἔτους ἐπιστάμενοι.
Κατὰ τοὺς χρόνους τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἦν τις τοπάρχης πόλεως Ἐδέσσης, ὀνόματι Αὔγαρος. διαδοθείσης οὖν πανταχοῦ τῆς τῶν θαυμασίων φήμης Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἀκούσας καὶ αὐτὸς ὁ ῥηθεὶς τοπάρχης ἐξίστατο ἐπὶ τούτοις καὶ ἐπόθει ἰδεῖν τὸν Χριστόν. οὐκ ἠδύνατο δὲ διὰ τὸ ἀνιάτως νοσεῖν. γράφει τοίνυν ἐπιστολὴν πρὸς αὐτόν, ἣν ἀπέστειλε δι' Ἀνανίου τῶν αὐτοῦ ταχυδρόμων, ὃς ἐν πείρᾳ ἐτύγχανε καὶ τῆς ζωγραφικῆς τέχνης. παρήγγειλε δὲ αὐτῷ ὁ Αὔγαρος λαβεῖν ἐν σανίδι τὸ ὁμοίωμα τῆς τοῦ Χριστοῦ ἰδέας. ἡ δὲ ἐπιστολὴ τοῦ Αὐγάρου κατὰ ῥῆμα διέξεισι τάδε. "Αὔγαρος τοπάρχης πόλεως Ἐδέσσης Ἰησοῦ σωτῆρι ἀγαθῷ, ἀναφανέντι ἐν πόλει Ἱεροσολύμων, χαίρειν. ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων ὡς ἄνευ φαρμάκων ὑπό σου γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν, λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα λόγῳ ἀπελαύνεις, καὶ τοὺς ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις καὶ νεκροὺς ἐγείρεις. 1.309 ταῦτα πάντα ἀκούσας περί σου κατὰ νοῦν ἐθέμην ὅτι θεὸς εἶ καὶ καταβὰς ἐξ οὐρανοῦ ταῦτα ποιεῖς, ἢ υἱὸς εἶ τοῦ θεοῦ, ποιῶν ταῦτα. διὰ ταῦτα τοίνυν γράψας ἐδεήθην τῆς σῆς ἰσχύος καὶ ἀγαθότητος σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα τὸ πάθος ὃ ἔχω θεραπεύσῃς. καὶ γὰρ ἤκουσα ὅτι καὶ οἱ Ἰουδαῖοι καταγογγύ ζουσί σου καὶ βούλονται κακῶσαί σε. πόλις δέ μοί ἐστι σμικρο τάτη, ἥτις ἐξαρκέσει ἀμφοτέροις ἡμῖν. ἔρρωσο." ὁ δὲ ταχυ δρόμος ἀπελθὼν ἐν Ἱερουσαλήμ, καὶ δοὺς τῷ κυρίῳ τὴν ἐπιστο λήν, ἦν ἐπιμελῶς ἀτενίζων αὐτῷ, μὴ δυνάμενος δὲ πλησίον αὐ τοῦ στῆναι διὰ τὸ συρρεῦσαν πλῆθος, ἐπί τινα πέτραν μικρὸν τῆς γῆς ἀνεστηκυῖαν ἀναβὰς ἐκαθέσθη, καὶ εὐθὺς ἐκείνῳ μὲν τοὺς ὀφθαλμοὺς τῷ δὲ χάρτῃ τὴν χεῖρα προσήρειδε, καὶ τὴν τοῦ φαι νομένου μετέγραφεν ὁμοιότητα. καὶ οὐδαμῶς ἠδύνατο αὐτὸν κα ταλαβεῖν διὰ τὸ ἑτέρᾳ καὶ ἑτέρᾳ ὄψει φαίνεσθαι. ὁ δὲ κύριος, ὡς ἅτε κρυφίων γνώσεων καὶ καρδιῶν ἐξεταστής, γνοὺς τὴν ἐν θύμησιν αὐτοῦ μετεκαλέσατο αὐτόν, καὶ ζητήσας νίψασθαι ἐπε δόθη αὐτῷ ῥάκος τετράδιπλον μετὰ τὸ νίψασθαι, ἐν ᾧ καὶ ἀπε μάξατο τὴν ἄχραντον καὶ θείαν αὐτοῦ ὄψιν. καὶ ὢ τοῦ θαύμα τος, παρευθὺς ἐνετυπώθη τῆς αὐτοῦ μορφῆς τὸ ἀπεικόνισμα ἐν τῇ σινδόνι, ἣν καὶ ἀπέδωκε τῷ Ἀνανίᾳ εἰπών "ἄπελθε, καὶ ἀπό δος αὐτὴν τῷ ἀποστείλαντί σε." ἀντέγραψε δὲ ὁ κύριος καὶ ἐπι στολὴν πρὸς τὸν Αὔγαρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως "μακάριος εἶ, Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ μὴ ἑωρακώς με. γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς ἑωρακότας με μὴ πιστεύειν ἐν ἐμοί· οἱ δὲ μὴ 1.310 ἑωρακότες με αὐτοὶ πιστεύουσι καὶ ζήσονται. περὶ δὲ οὗ ἔγρα ψάς μοι ἐλθεῖν πρός σε, δέον ἐστὶ πάντα πληρῶσαί με δι' ἃ ἀπεστάλην, καὶ μετὰ τὸ πληρῶσαι ἀναληφθῆναί με πρὸς τὸν ἀποστείλαντά με πατέρα. ἐπειδὰν δὲ ἀναληφθῶ, ἀποστείλω σοι ἕνα τῶν μαθητῶν μου, ὀνόματι Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπεύσει καὶ ζωὴν αἰώνιον καὶ εἰρήνην σοι παράσχῃ, καὶ τῇ πόλει σου γενήσεται τὸ ἱκανὸν πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς." ἐπιθεὶς ἐν τῷ τέλει καὶ σφραγῖδα γράμμασιν Ἑβραϊκοῖς ἐνσημανθεῖσαν ἑπτά, ἅ τινα μεθερμηνευόμενα ταῦτα δηλοῦσι, θεοῦ θεαθὲν θαῦμα θεῖον. ὁ δὲ τοπάρχης Αὔγαρος δεξάμενος περιχαρῶς τὸν Ἀνανίαν, πεσὼν προσεκύνησε τὴν ἁγίαν εἰκόνα καὶ ἄχραντον τοῦ κυρίου πίστει καὶ πόθῳ πολλῷ, καὶ πα ραχρῆμα ἰάθη ἀπὸ τῶν νόσων αὐτοῦ, μικροῦ τινὸς λειψάνου ὑπο λειφθέντος ἐν τῷ μετώπῳ αὐτοῦ. ἦν γὰρ ὁ Αὔγαρος δυσὶ νοσή μασι ταλαιπωρούμενος, ἑνὶ μὲν ἀρθρίτιδι χρονίᾳ, ἑτέρᾳ δὲ λέπρᾳ μελαίνῃ, ἐκδαπανώσῃ τὸ σῶμα αὐτοῦ. ὃς καὶ ταῖς ἀπὸ τῶν ἄρ θρων ὀδύναις συνείχετο καὶ τοῖς τῆς λέπρας ἐταλαιπωρεῖτο κακοῖς, ἀφ' ἧς ἐγένετο αὐτῷ ἡ τῆς ἀμορφίας αἰσχύνη, δι' ἣν οὐδὲ θεα