113
τὸς ἦν σχεδὸν τοῖς ἀνθρώποις. Μετὰ δέ γε τὸ τοῦ Χριστοῦ πάθος καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον καταλαβὼν ὁ ἀπόστολος Θαδδαῖος τὴν Ἔδεσσαν, προσήγαγε τῇ κολυμβήθρᾳ τὸν Αὔγαρον, καὶ πάντας τοὺς αὐτοῦ ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. καὶ ἐξῆλθε τοῦ ὕδατος καθαρὸς καὶ ὑγιής, ἀπαλει φθέντος καὶ τοῦ μικροῦ λειψάνου τῆς λέπρας τοῦ ὑπολειφθέντος 1.311 ἐν τῷ μετώπῳ αὐτοῦ. ἔκτοτε δὲ παντοίως ἐσέβετο καὶ ἐτίμα τὸ σεβάσμιον ἐκτύπωμα τῆς τοῦ κυρίου μορφῆς, προσθεὶς καὶ τοῦτο ὁ τοπάρχης τοῖς λοιποῖς αὐτοῦ καλοῖς. ἔκπαλαι τῶν καιρῶν πρὸ τῆς δημοσίας πύλης τῆς πόλεως Ἐδέσσης ἄγαλμά τι τῶν Ἑλληνικῶν θεῶν ὕπερθεν ἀνεστήλωτο, ὃ πάντα τὸν ἐντὸς τῆς πόλεως βουλόμενον εἰσιέναι ἀνάγκη ἦν προσκυνεῖν καὶ εὐχὰς ἀποδιδόναι, καὶ οὕτως εἰσέρχεσθαι ἐν τῇ πόλει. τοῦτο οὖν τὸ ἀκάθαρτον καὶ δαιμονιῶδες ἄγαλμα καθελὼν καὶ τελείῳ παραδοὺς ἀφανι σμῷ, εἰς τὸν ἐκείνου τόπον τὴν ἀχειροποίητον ταύτην εἰκόνα τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἐπὶ σανίδος κολλήσας καὶ καλλωπίσας ἀνέστησεν, ἐπιγράψας ἐν αὐτῇ ταῦτα τὰ ῥήματα "Χριστὲ ὁ θεός, ὁ εἰς σὲ ἐλπίζων οὐκ ἀποτυγχάνει." καὶ λοιπὸν ἐθέσπισε πάντα τὸν διὰ τῆς πύλης ἐκείνης εἰσέρχεσθαι μέλλοντα τὸ προσῆκον σέβας καὶ τὴν τιμὴν ἀπονέμειν τῇ πολυθαυμάστῳ καὶ θαυμα τουργῷ τοῦ Χριστοῦ εἰκόνι, καὶ οὕτως εἰς τὴν πόλιν εἰσέρχεσθαι. καὶ διετηρήθη τὸ τοιοῦτον τοῦ ἀνδρὸς εὐσεβὲς θέσπισμα μέχρι τῆς ἐν τῷ βίῳ αὐτοῦ παροικίας καὶ τοῦ υἱοῦ αὐτοῦ. ὁ δὲ τούτου ἔκγονος τῆς παππῴας ἀρχῆς διάδοχος γεγονὼς ἀπελάκτισε τὴν εὐσέβειαν καὶ πρὸς τὰ εἴδωλα ηὐτομόλησε, καὶ πάλιν ἠβουλήθη ἀναστηλῶσαι δαιμονικὴν στήλην, καὶ τὴν τοῦ Χριστοῦ εἰκόνα καθελεῖν. τοῦτο γνοὺς ὁ ἐπίσκοπος Ἐδέσσης διὰ θείας ἀποκα λύψεως τὴν ἐνδεχομένην ἔθετο πρόνοιαν. ἐπειδὴ γὰρ ὁ τόπος ὑπῆρχε κυλινδροειδής, θρυαλλίδα πρὸ τῆς θείας εἰκόνος ἀνάψας καὶ κέραμον ἐπιθείς, εἶτα ἔξωθεν τιτάνῳ καὶ πλίνθοις ἀποφράξας τὸ ἐμβαδόν, εἰς ὁμαλὴν ἐπιφάνειαν τὸ τεῖχος ἀπηύθυνε, καὶ ἐν 1.312 τῷ μὴ ὁρᾶσθαι τὴν φθονουμένην μορφὴν ἀπέστη τῆς ἐγχειρήσεως ὁ δυσσεβής. ἔρρει τοίνυν διὰ μέσου χρόνος πολύς, καὶ τῆς ἐξ ἀνθρώπων μνήμης ἀπερρύη ἡ τῆς ἱερᾶς ταύτης εἰκόνος ἀπόκρυ ψις. ὁ δὲ τῶν Περσῶν βασιλεὺς Χοσρόης τὰς τῆς Ἀσίας πόλεις πορθῶν καὶ καταστρεφόμενος κατέλαβε καὶ Ἔδεσσαν ἐπὶ τῆς βα σιλείας, καὶ πᾶσαν μηχανὴν κινήσας πρὸ τῶν ἄλλων τῆς πόλεως, οἷον βελῶν ἀφέσεις, κατασείσης τειχῶν, διαθραύσεις πυλῶν, εἰς φόβον καὶ ἀγωνίαν ἐνέβαλε τοὺς τῆς πόλεως. οἳ ἐν ἀμηχανίᾳ καὶ ἀπογνώσει καταστάντες πρὸς τὸν θεὸν καταφεύγουσι, καὶ μετ' ὀδύνης καρδίας καὶ δακρύων ἐζήτουν αὐτόν, διὸ καὶ εὗρον· ἐγγὺς γὰρ κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, κατὰ τὸν θεῖον ∆αβίδ. φαίνεται γὰρ εἶναι διὰ τῆς νυκτὸς Εὐλαλίῳ τῷ ἐπισκόπῳ γυνή τις εὐσταλὴς καὶ κοσμία, κρείττων ἢ κατὰ ἄνθρω πον, ὑποτιθεμένη αὐτῷ καὶ λέγουσα ὅτι ἐπάνω τῆς πύλης τῆς πόλεως, ἐν τῷδε τῷ τόπῳ, διὰ τόνδε τὸν τρόπον, ἡ τιμία εἰκὼν τοῦ Χριστοῦ ἀποκέκρυπται, ἣν ἀναζητήσας καὶ λαβὼν πάντα αἰσίως πράξεις. ὁ δ' ἐπίσκοπος χαρᾶς ἀφάτου πλησθεὶς καὶ τὸν τόπον καταλαβὼν καὶ τοῦτον διαρρήξας, ὢ τοῦ θαύματος, εὗρε τὴν θείαν εἰκόνα ἀδιαλώβητον καὶ κεχαραγμένην καὶ τὴν θρυαλ λίδα ἐν τοσούτῳ χρόνῳ μὴ ἀποσβεσθεῖσαν, ἀλλὰ καὶ ἐν τῷ πρὸς φυλακὴν ἐπιτεθέντι πρὸ τοῦ λύχνου κεραμῷ ἐκτυπωθὲν ἕτερον ὁμοίωμα ἀπαράλλακτον τοῦ πρωτοτύπου. τοῦτο λαβὼν ὁ ἐπίσκο πος μετὰ χαρᾶς ἀμέτρου, καὶ λιτανεύσας καὶ εὐχαριστήσας, κατ 1.313 έλαβε τὸν τόπον καθ' ὃν οἱ Πέρσαι διώρυττον. ὡς δὲ πλησίον ἀλλήλων ἐγένοντο ἐν τῷ ὀρύγματι, ἀπὸ τῆς λυχνίας ἐκείνης ἐλαίου ἐπιστάξαντες εἰς τὸ ηὐτρεπισμένον πῦρ πάντας ἀπώλεσαν ἄρδην. ἀλλὰ καὶ τὴν ἔξωθεν ἀναφθεῖσαν πυρὰν ὑπὸ τῶν Περσῶν κατὰ τῶν ἔνδον, ἣν ἄπειρος ὕλη ὑπέτρεφεν, ὡς πλησίον αὐτῆς ἐγένετο ὁ ἐπίσκοπος μετὰ τοῦ θείου ἐκτυπώματος, ἐξαίφνης βίαιος ἄνεμος ἐγερθεὶς κατὰ τῶν ἀναφλεγόντων ταύτην