114
ἀντέστρεψεν, οὓς καὶ ἐμπυρίζουσα ἀπέστρεψε. ταῦτα παθόντες μᾶλλον ἢ δράσαντες οἱ Πέρσαι, οὐχ ἅπαξ ἀλλὰ δὶς καὶ πολλάκις, μετ' αἰσχύνης ἀπεί ρου ὑπεχώρησαν ἄπρακτοι. Ἐπεὶ δὲ πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων πανταχόθεν συνερρύη τὰ ἁγιώτατα καὶ κάλλιστα, ἦν δὲ ἄρα θεῖον βούλημα καὶ τὴν ἱερὰν ταύτην καὶ θείαν εἰκόνα μετὰ τῶν ἄλλων ἀποθη σαυρισθῆναι καλῶν, ὁ τῶν Ῥωμαίων κυριαρχῶν Ῥωμανὸς ὁ Λακαπηνὸς σπούδασμα ποιεῖται κατευμοιρῆσαι ταύτης καὶ καταπλου τίσαι τὴν βασιλεύουσαν. καὶ δὴ κατὰ διαφόρους καιροὺς ἐξαπ έστειλε πρὸς τὴν Ἔδεσσαν μηδὲν ἀνύσας. ὁ μὲν γὰρ ἐπέκειτο αὐτῶν, οἱ δὲ ἀνέδυον καὶ παρεκρούοντο. καὶ τελευταῖον πεισθέν τες ἐπένευσαν· ὁ γὰρ ἄναξ Ῥωμαίων τῇ ἐφέσει τοῦ τοιούτου κα λοῦ πρὸς πάντα ὑπείξας τὰ παρ' αὐτῶν προβαλλόμενα, καὶ δοὺς αὐτοῖς διακοσίους Σαρακηνοὺς καὶ ἀργύρου ἐπισήμου χιλιάδας δώδεκα, καὶ ἀσφαλισάμενος διὰ σφραγῖδος χρυσῆς τοῦ μὴ πολε μίως ἐπέρχεσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα κατὰ τῶν τεσσά ρων πόλεων ἐκείνων, μηδὲ ληΐζεσθαι ταύτας, ἐπέτυχε τῆς αἰτή σεως. ἐπεὶ γὰρ συνεχωρεῖτο γενέσθαι καὶ παρεχώρησεν ὁ ἀμηρᾶς, 1.314 λαβόντες οἱ ἐπίσκοποι, ὅ τε Σαμοσατῶν καὶ ὁ τῆς Ἐδέσσης, καὶ ἕτεροί τινες τῶν εὐλαβῶν τὸ ἅγιον ἐκεῖνο ἀπεικόνισμα καὶ τὸ χρι στόγραφον ἐπιστολίδιον εἴχοντο τῆς ὁδοῦ· καὶ πάλιν ἄπειρα ἐτε λεῖτο θαύματα. ὡς δὲ κατήντησαν ἐν τῷ τῶν ὀπτιμάτων θέματι, ἐν τῷ τῆς θεοτόκου ναῷ τῷ Εὐσεβίου λεγομένῳ, πολλοὶ προσελ θόντες μετὰ πίστεως ἀπὸ ποικίλων νόσων ἰάθησαν. ἔνθα καί τις προσῆλθεν ὑπὸ δαίμονος ἐνοχλούμενος, καὶ τάδε οἱονεὶ ἀπεφοίβα σεν "ἀπόλαβε, Κωνσταντινούπολις, δόξαν καὶ χαράν, καὶ σὺ πορφυρογέννητε τὴν βασιλείαν σου." καὶ παραυτὰ ἰάθη ὁ ἄν θρωπος. τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνός, κατὰ τὸ #22υνβʹ ἔτος τῆς τοῦ κόσμου γενέσεως, κατέλαβον τὸν ἐν Βλαχέρναις ναὸν τῆς ὑπερα γίας θεοτόκου οἱ τὸ ἅγιον διακομιζόμενοι, ὃ καὶ σεβασμίως καὶ περι χαρῶς ὑπεδέχθη καὶ προσεκυνήθη παρά τε τῶν βασιλέων καὶ τῶν ἐν τέλει καὶ τῶν λοιπῶν πάντων. τῇ δὲ ἐπαύριον μετὰ τὸν ἀσπα σμὸν καὶ τὴν προσκύνησιν ἀράμενοι τὴν τοῦ Χριστοῦ εἰκόνα ἐπὶ τῶν ὤμων ὅ τε ἀρχιερεὺς Θεοφύλακτος καὶ οἱ νεάζοντες βασιλεῖς (ὁ γὰρ γέρων δι' ἀσθένειαν ἀπελείπετο), ἀλλὰ καὶ οἱ τῆς γερου σίας ἅπαντες μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος, τῇ προση κούσῃ δορυφορίᾳ παρέπεμπον μέχρι τῆς χρυσείας πόρτης. κἀκεῖ θεν πάλιν ἀναλαβόμενοι ὁμοίως μετὰ ψαλμῶν καὶ ὕμνων κατέλα βον τὸν περιώνυμον μέγιστον ναὸν τῆς ἁγίας σοφίας. εἶτα ἀνῆλ θον εἰς τὸν βασιλέα, καὶ ἐν τῷ θεομητρὸς ναῷ Φάρῳ κατέθεντο τὸ τίμιον καὶ ἅγιον ἐκτύπωμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 1.315 εἰς φυλακτήριον μέγιστον τῆς βασιλίδος τῶν πόλεων καὶ πάντων τῶν Χριστιανῶν. καὶ ταῦτα μὲν οὕτως, πάλιν δὲ τῆς τῶν ἱστο ριῶν ἀκολουθίας ἑξόμεθα. Τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα τεχθέντος εὐθὺς Αὔγουστος Καῖσαρ ἐκράτησε πάντων, καὶ τὰς ἐθναρχίας πάσας καὶ μερικὰς βασιλείας καταλύσας τοῖς Ῥωμαίων οἴαξι πάντας ὑπέταξε, καὶ βαθεῖα εἰρήνη πανταχοῦ γέγονε· τῆς γὰρ θείας βοηθείας ἐπιφανείσης νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα καὶ τὸν σωτήριον ζυγὸν ὑπεδέξαντο. τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ οἷόν τινι φωνῇ χρησάμενος ὁ θεὸς τὸ οἰκεῖον ὕψος ὑπέδειξε. προειδὼς τοίνυν ὁ θεὸς τὴν Ἰουδαίων ἀπόνοιαν ἔφη διὰ τοῦ προφήτου "σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ." ἡμῖν δὲ παραδηλῶν τίς οὗτός ἐστι, καὶ ὥσπερ συνευφραι νόμενος ἐπάγει "κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ." τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν ("οὐκ ἐκλείψει" γάρ φησιν "ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθοι ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν"), τὴν μεταβο λὴν τῶν ἐθνῶν κἀνταῦθα προθεσπίζων, εἰκότως τὸν τοῦ Ἰακὼβ θεὸν