115
τοῦ ταῦτα προειρηκότος ἔφη κατωρθωκέναι. τοιγαροῦν ἐν τῷ μβʹ τῆς Αὐγούστου βασιλείας, ἐν τῷ #22εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἤρχθη ὁ κατὰ Ἀντιόχειαν τῶν ἐτῶν ἀριθμός. καὶ Ἡρώ 1.316 δης μὲν ἐξ ἐθνῶν ἤδη βασιλεὺς τῆς Ἰουδαίας ἀνηγορευμένος, καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον διαλλάξαντος, πεπλήρωται τὸ "οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, ὅς ἐστιν ὁ Χριστός." ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἡρώδης ἀλλόφυλος ὢν περιτμηθεὶς ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, εὐθὺς ἐπαύθη κατὰ τὴν θείαν πρόρρησιν ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα. οἱ γὰρ ἱερεῖς προειστήκεισαν τῶν πραγμάτων, ἄχρις οὗ Πομπήϊος ὁ Ῥωμαίων στρατηγὸς ἐπιστὰς τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει δὲ τὰ ἅγια, τὸν δὲ ἐκ τῆς προγόνων διαδοχῆς μέχρις ἐκείνου τοῦ καιροῦ διαρ κέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμην ἐκπέμψας τὸ πᾶν Ἰουδαίων ἔθνος Ῥωμαίοις ὑπόφορονκατέστησε. καὶ οὕτω πρῶτος ἀλλόφυλος Ἡρώδης, ὡς ἔφην, τὸ Ἰουδαῖον ἔθνος ἐγχειρίζεται. καθ' ὃν καιρὸν ἐναργῶς τῆς Χρι στοῦ παρουσίας ἐνστάσης ἐξέλιπον οἱ τῶν Ἰουδαίων ἀρχιερεῖς καὶ ἡγούμενοι. Γεννηθεὶς τοίνυν ὁ Χριστὸς οὐδ' αὐτὸς ἐπὶ τοῦ αἰσθητοῦ θρόνου ∆αβὶδ ἐκάθισεν, ἀλλὰ θρόνον λέγει ∆αβὶδ τὴν ἀκαθαίρε τον καὶ αἰώνιον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. "ἔσται" γάρ φησιν "ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." καὶ "τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." 1.317 καὶ "θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." οὗτος οὖν καὶ βα σιλεὺς πάσης τῆς γῆς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰου δαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ἐστὶν ὁ θεός. καὶ ἡ ἐλευθερία τοῦ Ἰακὼβ ἐβεβαιώθη, καὶ ἐνευλογήθησαν ἐν τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μα καριοῦσι τὸν Χριστόν.
Ἵνα δὲ σαφέστερον γένηται πῶς ἡ ἱερατικὴ φυλὴ ἐμίγη τῇ βασιλικῇ, λέξομεν οὕτως. ὁ μὲν Ἰούδας ἐγέννησε τὸν Φαρές, ὁ δὲ Φαρὲς τὸν Ἐσρώμ, ὁ δὲ Ἐσρὼμ τὸν Ἀράμ, ὁ δὲ Ἀρὰμ τὸἈμιναδάμ, ὁ δὲ Ἀμιναδὰμ τὸν Ναασσών, ὁ δὲ Ναασσὼν τὸν Σαλμών, ὁ δὲ Σαλμὼν τὸν Βόοζ, Βόοζ δὲ τὸν Ὠβήδ, Ὠβὴδ δὲτὸν Ἰεσσαί, ὁ δὲ Ἰεσσαὶ ∆αβὶδ τὸν βασιλέα. ἐπεὶ οὖν ὁ Ναασσὼν υἱὸς ἦν τοῦ Ἀμιναδάμ, τούτου τὴν ἀδελφὴν Ἐλισάβετ ἠγάγετο γυναῖκα ὁ μέγας ἀρχιερεὺς Ἀαρών, ἀδελφὸς Μωϋσέως, ἐκ φυλῆς ὑπάρχων τοῦ Λευΐ. καὶ μέντοι καὶ ὁ θεσπέσιος ἱεράρχης Ἰωδαέ, φυλῆς ὢν τῆς Λευιτικῆς, ἠγάγετο γυναῖκα τὴν ἀδελφὴν Ὀχοζίου, φυλῆς οὖσαν τοῦ Ἰούδα. κἀντεῦθεν λοιπὸν τῆς βασιλικῆς φυλῆς συμμιγείσης τῇ Λευιτικῇ, μάλα γε εἰκότως ὁ κύριος ἐκ Μαρίας τῆς παρθένου καὶ κατὰ σάρκα μητρὸς αὐτοῦ γενεαλο γούμενος οὕτω βασιλεὺς καὶ ἱερεὺς εἰς τὰ πρὸς θεόν, ὡς ἔφην, ἀν θρώποις ἀναδέδεικται, καὶ προδήλως κηρύττεται βασιλεὺς αἰώνιος καὶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 1.318 Ἐντεῦθεν τοίνυν ἄρχεται ἡ τετάρτη βασιλεία, ἣν ὁ ∆ανιὴλ ἐν τῇ τῶν τεσσάρων θηρίων ὀπτασίᾳ τέταρτον θηρίον διαφέρον τῶν ἄλλων τροπικῶς ὀνομάζει, ἐφ' οὗ καὶ ὁ τῶν πρώτων τεσσά ρων στοιχείων δημιουργὸς καὶ τὸν τετραπέρατον κόσμον συνδήσας ἐν τούτοις Ἰησοῦς Χριστὸς ἐσαρκώθη διὰ τὴν ἡμετέραν σωτηρίαν. ὅθεν εἰκότως μέγας βασιλεὺς καὶ ἐπίσημος ὑπὲρ πάντας ὁ Αὔ γουστος καὶ δυνατὸς γενόμενος ὑπέταξε τὰς μερικὰς βασιλείας πάσας, διὰ τὸν ἐν ταῖς ἡμέραις αὐτοῦ βασιλέα τοῦ παντὸς καὶ κύριον τεχθέντα, κατὰ τὴν Ἠσαΐου προφητείαν· φησὶ γάρ "καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, καὶ πορεύ σονται λαοὶ πολλοί, καὶ ἐροῦσι δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. καὶ ἀναγγελεῖ