116
ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν, καὶ ἐλέγξει λαὸν πολύν. καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολε μεῖν." ὅτι δὲ τὸν μετὰ τὴν τοῦ κυρίου παρουσίαν προσημαίνον ται ταῦτα καιρόν, τὰ πράγματα σαφῶς μαρτυροῦσι. πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας συχναὶ τῶν ἐθνῶν κατ' ἀλλήλων ἐπα ναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ' ἕκαστον ἔθνος τῆς βασιλείας με μερισμένης· πάσης δὲ ἡγεμονίας εἰς Ῥωμαίους μετατεθείσης εἰ 1.319 ρήνη βαθεῖα κατέσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ' ἔθνους ἐπιστρατεύειν ἀλλὰ τῇ γεωργίᾳ προσέχειν. οὐκοῦν μάλα δείκνυται σαφῶς τὸ τῆς προρρήσεως τέλος. διὸ καὶ ∆ανιὴλ προφητεύει λέγων "καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆ ναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδας ζʹ καὶ ἑβδομάδας ξβʹ." αἳ συμπληροῦσιν ἔτη υπγʹ, ὅσα τὰ τῆς ἀρχῆς ὑπάρχει τῶν Χριστῶν ἡγουμένων, ὧν τελευ ταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος Ἡρώδης ἀπὸ Αὐγούστου παραλαμβάνει τὴν βασιλείαν, μεθ' ὃν οἱ τούτου παῖ δες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. οὐκέτι γὰρ ἐκ διαδοχῆς τοῦ ἀρχιερατικοῦ γένους τῶν Ἰουδαίων καὶ Ἀσαμονέων ἤτοι Μακκαβαίων, ὥς φησιν Ἰώσηπος, ἱερῶνται τῷ θεῷ, ἀλλ' ἄσημοί τινες, οἱ μὲν ἐνιαύσιοι οἱ δὲ ἐπὶ λόγῳ, παρὰ τῶν Ῥω μαίων τὴν ἱερωσύνην ὠνούμενοι. διὸ καὶ ∆ανιὴλ προφητεύει λέγων "καὶ μετὰ τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδας ἐξολο θρευθήσεται χρίσμα καὶ κρῖμα οὐκ ἔσται" καὶ τὰ ἑξῆς. διέλῃς δὲ τὰς ξθʹ ἑβδομάδας οὕτως, τὰς μὲν ἑπτὰ μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ, τὰς δὲ ξβʹ συν απτομένας ταῖς ζʹ εἰς τὸν χρόνον ὃν κατέσχον οἱ χριστοὶ ἡγούμενοι, τὴν δὲ μίαν ἑβδομάδα, καθ' ἣν ὁ κύριος ἐκήρυξε τὴν καινὴν δια θήκην, ἧς ἑβδομάδος ἐν τῷ ἡμίσει ἦλθεν ἐπὶ τὸ σωτήριον πάθος, καὶ ᾔρθη ἐκ μέσου ἡ διὰ Μωϋσέως παραδεδομένη διαθήκη. καὶ αὖθις "καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ 1.320 ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή. καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως συντελείᾳ δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν Ἱερουσαλήμ." καὶ τὰ λοιπὰ εὑρήσεις ἐν τῇ βασιλείᾳ Τίτου. Ὁ γοῦν Αὔγουστος τὴν ἐξ Ἰταλίας συναθροίσας δύναμιν κάτεισιν ἐπὶ Ἀντώνιον. καὶ συμβολῆς γενομένης ἡττᾶται Ἀντώνιος, καὶ φεύγει μετὰ τῆς Κλεοπάτρας εἰς Αἴγυπτον. καὶ ὁ μὲν Ἀντώνιος ἑαυτὸν διεχειρίσατο, ἡ δὲ Κλεοπάτρα εὐλαβουμένη τὸν ἐν τῇ Ῥώμῃ θρίαμβον συσχεθεῖσα, ἀσπίδι τῷ θηρίῳ ἑαυτὴν προσενεγκαμένη τελευτᾷ. Ἥλιος δὲ καὶ Σελήνη τὰ τέκνα αὐτῶν συσχεθέντα προσήχθησαν τῷ θριάμβῳ Ῥώμης. Ἐπὶ τούτου τοῦ Αὐγούστου, ὥς φησιν Εὐσέβιος τοῦ Παμ φίλου, ἀρχὴν ἡ τετάρτη λαμβάνει βασιλεία, ἣν ὁ ∆ανιὴλ ἐν τῇ τῶν τεσσάρων θηρίων ὀπτασίᾳ τέταρτον θηρίον φοβερὸν ὀνομάζει. τότε πρῶτον ἐπὶ τῆς δʹ βασιλείας ἐμονάρχησεν Αὔγουστος, ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ γυναικὸς ἀειπαρθένου γέννησιν δι' ἡμᾶς κατεδέξατο. ὁ δὲ αὐτός φησιν Εὐσέβιος ὅτι οὗτος ὁ Αὔγουστος ἀπελθὼν εἰς ∆ελφοὺς ἠρώτησε τίς μετ' αὐτὸν βασιλεύσει· τοῦ δὲ Πυθίου μηδὲν ἀποκρινομένου, καὶ τοῦ Αὐ γούστου πάλιν ἐρωτήσαντος διὰ τί σιγᾷ τὸ μαντεῖον, ἔφη ἡ Πυθία ταῦτα "παῖς Ἑβραῖος κέλεταί με, θεὸς μακάρεσσιν ἀνάσσων, τόνδε δόμον προλιπεῖν καὶ ὁδὸν αὖθις ἱκέσθαι. ἄπιθι λοιπὸν ἐκ δόμων ἡμετέρων."
1.321 Τῷ δὲ #22εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου, μβʹ δὲ Αὐγούστου ἐξῆλθε δόγμα παρ' αὐτοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. ἐν ᾧ ἔτει καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη, Ἡρώδου βασιλεύοντος τῆς Ἰουδαίας, ὃν ὁ Καῖσαρ Αὔγουστος προεχειρί σατο. οὗτος ὁ Καῖσαρ τὸν κόσμον ἑαυτῷ ἅπαντα καθυποτάξας, ἐν τῷ μέλλειν αὐτὸν ἐν Ῥώμῃ ὄντα ἀποβιῶναι, παρηγγύησε τοὺς ἐν τέλει πάντας ἐν τῇ τελευτῇ αὐτοῦ χεῖρας κροτῆσαι καὶ γελάσαι ὡς ἐπὶ μίμου τελευτῆς. τοῦτο δὲ