117
ποιῆσαι διωρίσατο ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον ὡς γέλωτος ἄξιον. Ὅτι Ἡρώδης οὐ μόνον διὰ τοὺς ἐν Βηθλεὲμ ἀναιρεθέντας ἐπὶ τῇ κατὰ τοῦ Χριστοῦ μανίᾳ παῖδας παιδοκτόνος ὀνομάζεται, ἀλλὰ καὶ διὰ τὸ τοὺς ἰδίους τρεῖς υἱοὺς ἀποκτεῖναι, καὶ τὴν μη τέρα τούτοις ἐπισφάξαι, καὶ τὸν τῆς γυναικὸς ἀδελφὸν ἑτέρους τε πολλοὺς τῶν οἰκείων καὶ πλῆθος οὐκ ὀλίγων Ἰουδαίων ἀποκτεῖναι ἐν τῇ αὐτοῦ τελευτῇ. Ἰστέον δὲ ὅτι τρεῖς ἔσχεν ὁ μέγας Ἡρώδης υἱούς, Ἡρώδην τὸν καὶ Ἀντίπαν, τὸν ἀποτεμόντα τὸν πρόδρομον, ἐφ' οὗ καὶ ὁ κύριος ἐσταυρώθη ἐπὶ Τιβερίου Καίσαρος, Ἡρώδην τὸν καὶ Φίλιππον, ᾧ πρώτως Ἡρωδιὰς ἐγαμήθη, ἐξ ἧς ἔσχε θυγατέρα Σαλώμην τὴν καὶ ὀρχησαμένην, καὶ Ἡρώδην τὸν καὶ Ἀγρίππαν,τὸν ἀνελόντα τὸν Ζεβεδαίου Ἰάκωβον. Ὅτι Ἡρώδης ὁ μέγας τέθνηκεν ἑβδομήκοντα ἔτη ζήσας, ἐξ ὧν ἐβασίλευσε τῆς Ἰουδαίας ἔτη λζʹ παρανόμως. ἐπὶ αὐτοῦ γὰρ ἡ πρόρρησις τοῦ πατριάρχου Ἰακὼβ ἐπληρώθη ἡ λέγουσα "οὐκ ἐκλείψει 1.322 ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται," ἤτοι ὁ Χριστός. πρῶτος γὰρ ἀλλόφυλος Ἡρώδης Ἰουδαίων ἦρξεν, Ἄραψ ὢν Ἰδουμαῖος, καὶ πρῶτος ἀλλόφυλονἀρχιερέα κατέστησε, τὸν Ἀνάνιλον, ὡς Ἰώσηπος λέγει. Ὅτι Ἡρώδης ὁ μιαιφόνος πρὸς ταῖς πολλαῖς τῶν συγγενῶν φονοκτονίαις ἀναιρεῖ καὶ Ὑρκανὸν τὸν πάλαι ἀρχιερέα καὶ τὸν τούτου υἱὸν καὶ τὴν τούτου ἀδελφήν, ἑαυτοῦ δὲ γυναῖκα, τοὺς δύο οἰκείους υἱοὺς εἰς ἄνδρας τελοῦντας, καὶ τὴν πενθεράν, ἔτι δὲ Σαλώμης τῆς ἰδίας ἀδελφῆς τὸν ἄνδρα· γήμαντος δὲ αὐτὴν ἑτέ ρου καὶ τοῦτον προστίθησι, πρὸς δὲ καὶ τοὺς ὑφηγητὰς τῶν ἱερῶν νόμων, καὶ τοὺς τῶν πατρίων ζηλωτάς. θεηλάτῳ δὲ πληγῇ καὶ ὕδρωπι συσχεθεὶς σκώληκας ἀπὸ τοῦ σώματος ἐξέβρασε, καὶ οὕ τως δεινῶς ὀδυνώμενος τέθνηκεν. Ὅτι πενταετὴς ὁ Χριστὸς ἀπὸ τῆς Αἰγύπτου ἀνέρχεται. Ὅτι Αὔγουστος Ἀρχέλαον μὲν υἱὸν Ἡρώδου Ἰουδαίωνἐθνάρχην κατέστησε, τοὺς δὲ ἄλλους ἀδελφοὺς αὐτοῦ τέσσαρας ὄντας, Ἡρώδην ὁμώνυμον τῷ πατρὶ καὶ Ἀντίπατρον τῷ πάππῳ Λυσανίαν τε καὶ Φίλιππον, εἰς τέσσαρα μέρη διατεμὼν τὴν χώραν ἑκάστῳ διένειμε καὶ τετράρχας αὐτοὺς ὠνόμασε. τότε καὶ λιμὸς ἐν Ῥώμῃ γέγονεν ὡς πραθῆναι τὸν μόδιον χρυσίνων κζʹ. Ὅτι τῷ #22εφιθʹ τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ἔτει ιγʹ Ἰουδαίων τρίτος Ἡρώδης ἐκράτησεν, ὃς καὶ Ἀγρίππας ἐλέ 1.323 γετο, ἀλλόφυλος ὤν, υἱὸς Ἡρώδου, ἀδελφὸς Ἀρχελάου, ἔτη κδʹ· ὁ γὰρ Ἀρχέλαος μετὰ θʹ τῆς ἀρχῆς ἔτη εἰς Βίενναν πόλιν τῆς Γαλλίας ὑπὸ Ῥωμαίων ἐξωρίσθη. οὗτος Ἡρώδης, ὁ καὶ Ἀγρίππας, Ἰωάννην τὸν βαπτιστὴν ἀνεῖλε τῷ ιγʹ μὲν ἔτει τῆς ἀρχῆς αὐτοῦ, λβʹ δὲ τῆς τοῦ κυρίου σαρκώσεως· ἐφ' οὗ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑκουσίως δι' ἡμᾶς τὸ σωτήριον ὑπέστη πάθος. ὑπὸ τούτου ἡ Πανοσὸς Καισάρεια Φιλίππου μετωνομάσθη διὰ τὸ ἀνακτισθῆναι παρὰ τοῦ τετράρχου Φιλίππου. οὗτος τὴν Τιβεριάδα πόλιν διὰ Τιβέριον Καίσαρα ἔκτισε, καὶ τὴν τῶν Γαβινίων πόλιν τήν ποτε Σαμάρειαν ἐπικτίσας Σεβαστὴν αὐ τὴν προσηγόρευσε, τὸ δὲ ἐπίνειον αὐτῆς, τὸν Στράτωνος πύργον πολίσας, ἀπὸ τοῦ αὐτοῦ Καίσαρος Καισάρειαν ἐκάλεσεν· ὕστερον δὲ καὶ Ἀντιπατρίδα κτίζει. καὶ Πανεῖον εἰδωλεῖον κατεσκεύασεν ἐν Πανεάδι τῷ Πανί, ἐν τῇ νῦν λεγομένῃ Καισαρείᾳ τῆς Παλαι στίνης· καὶ τὸν ναὸν Ἱεροσολύμων διπλοῦν ἀνῳκοδόμησεν. οὗτος ἐξορισθεὶς ἐν Λουγδούνῃ τῆς Γαλλίας ἐν ἐσχάτῃ πενίᾳ σὺν τῇ μοιχαλίδι Ἡρωδιάδι θνήσκει. τὴν δὲ ὀρχησαμένην κόρην ἐπὶ τῇ ἀποτομῇ τοῦ προδρόμου ζῶσαν κατέπιεν ἡ γῆ· οἱ δέ φασιν ὅτι εἰς πάγον παίζουσα ἐπάνω λίμνης διαρραγέντος κατῆλθε κάτω, καὶ τῆς κεφαλῆς ἀποσφηνωθείσης τὸ μὲν σῶμα ἅπαν εἰς τὸν βυθὸν κατῆλθεν, ἡ δὲ κεφαλὴ ἐπάνω τοῦ πάγου ὑπελείφθη. Ὅτι ἐπὶ Ἡρώδου πεπλήρωται ἡ προφητεία ∆ανιήλ. μέχρι γὰρ Ἡρώδου χριστοὶ ἡγούμενοι ἦσαν οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, 1.324 ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ ∆αρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ, λή ξαντες δὲ ἐπὶ Ὑρκανὸν τὸν ἀρχιερέα, ὃς διὰ τὸ ὑποτάξαι Ὑρκανοὺς οὕτως ὠνομάσθη. ἔτη υπγʹ τὰ μεταξὺ τούτων, ὁπόσα καὶ ἡ τοῦ