118
∆ανιὴλ προφητεία θεσπίζει λέγουσα "καὶ γνώσῃ καὶ συνή σεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ, ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδας ἑπτὰ καὶ ἑβδο μάδας ξβʹ." αὗται αἱ ξθʹ ἑβδομάδες συμπληροῦσι χρόνους ἐτῶν υπγʹ, ὁπόσα ἔτη τυγχάνει τῆς ἀρχῆς τῶν χριστῶν ἡγουμένων, ὧν τελευταῖον τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος Ἡρώδης ὁ Ἀντιπάτρου τὴν βασιλείαν τῶν Ἰουδαίων, μηδὲν προσήκουσαν αὐτῷ, ὑπὸ Αὐγούστου καὶ τῆς συγκλήτου Ῥωμαίων παραλαμβά νει, κἄπειτα οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. οὗτος δὲ ἦν Ἡρώδης ὁ Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου παῖς καὶ μητρὸς Κύπριδος Ἀραβίσσης. καθ' ὃν καιρὸν τῆς Χριστοῦ γεννήσεως πλησιαζούσης ἡ ἐκ προγόνων διαδοχὴ ἀρχιε ρωσύνη τε καὶ ἀρχὴ τῶν Ἰουδαίων κατελύθη, συμπληρουμένης τῆς προφητείας Ἰακώβ. Ἑξῆς δὲ ὁ ∆ανιὴλ προφητεύει λέγων "καὶ μετὰ τὰς ἑξή κοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ, καὶ τὸ ἱερὸν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμέ νου ἐρχομένου, καὶ κοπήσονται ἐν κατακλυσμῷ πολέμου." καὶ ἑξῆς φησί "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται περὶ τὴν ἐρήμωσιν." τὸ δὲ ἐξολοθρευθήσεσθαι χρῖσμα καὶ κρίμα μὴ εἶναι ἐν αὐτῷ τήν τε 1.325 πόλιν καὶ τὸ ἅγιον διαφθαρήσεσθαι δηλοῖ. δύναται δὲ νοηθῆναι τοῦτο ἐπὶ τοῦ Χριστοῦ· ἐλθόντος γὰρ αὐτοῦ εἰς τὴν τοῦ ἔθνους σωτηρίαν, διὰ τὴν εἰς αὐτὸν παρανομίαν καὶ ὕβριν ἥ τε ἱερωσύνη αὐτοῖς καθόλου καὶ ὁ ἁγιασμὸς καὶ ἡ πόλις ἀντανῄρηται. μιᾶς δὲ οὔσης ἑβδομάδος πρὸς τὴν τῶν οʹ συμπλήρωσιν, τὸ ἥμισυ μὲν αὐτῆς ὁ τοῦ κηρύγματος τοῦ εὐαγγελίου νενοήσθω χρόνος. τρισὶ γὰρ ἔτεσι καὶ ἡμίσει τὸ ἔργον τοῦ πατρὸς πεπληρωκὼς ὁ μονογε νὴς ἀνελήφθη. πνεύματι δὲ ἁγίῳ τοὺς ἁγίους ἐμπλήσας μαθη τὰς ἐπ' ἄλλοις τρισὶν ἔτεσιν καὶ ἡμίσει εἰς Ἱερουσαλὴμ παρακατ εῖχεν αὐτούς, ὁμοῦ μὲν πρὸς τὸν μέγιστον ἆθλον καὶ τὸν τῶν ἐθνῶν τούτους ἀγῶνα παρασκευαζόμενος, ὁμοῦ δὲ καὶ τοὺς εἰς ζωὴν τεταγμένους ἐκ τοῦ ἔθνους διὰ πίστεως προσλαμβανόμενος, καὶ τῶν σκιῶν καὶ τῶν τύπων τῆς παλαιᾶς διαθήκης ἀφιστῶν, καὶ τῇ ἀληθείᾳ τοῦ εὐαγγελίου καὶ τῆς καινῆς διαθήκης προσαγόμενος. διὸ καὶ ὁ ἱερός φησι λόγος "καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," διὰ τῶν εἰρημένων δηλονότι ἑπτὰ ἐτῶν τοῖς πιστεύ σασι τῷ Χριστῷ.
Ὅτι τῷ #22εφʹ τοῦ κόσμου ἔτει, τοῦ δὲ Αὐγούστου Καίσαρος μβʹ, Ἡρώδου δὲ λβʹ, ἑβδόμῳ μηνὶ καθ' Ἑβραίους δεκάτῳ, ἤτοι Σεπτεμβρίου κγʹ, Ζαχαρίας θυμιῶν εἰς τὸ ἁγίασμα κατὰ τὴν τάξιν τῆς ἐφημερίας αὐτοῦ εἶδε τὸν ἀρχάγγελον Γαβριὴλ τὴν τοῦ μεγά λου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου σύλληψιν εὐαγγελιζόμενον αὐτῷ. 1.326 Ὅτι Ἰωακεὶμ ἔτει πʹ τελευτᾷ, ἡ δὲ Ἄννα οθʹ. ἡ θεοτόκοςδὲ ὑπ' αὐτῶν τριετίζουσα εἰσήχθη εἰς τὸν ναὸν κυρίου, ἕνδεκα δὲ γενομένη ἐτῶν ἀπωρφανίσθη. οὐδ' ὅλως δὲ ἐξῄει τοῦ ναοῦ, ἀλλ' εἰ καὶ χρείαν εἶχέ τινος, εἰς μόνην ἀπῄει τὴν Ἐλισαβὲτ ὡς συγγε νίδα καὶ πλησίον τοῦ ναοῦ οἰκοῦσαν. τὰ μέντοι Ἑβραϊκὰ γράμ ματα ἔτι ζῶντος τοῦ Ἰωακεὶμ ἔμαθεν. ἀφωρισμένος δὲ ἦν τόπος ἐν τῷ ναῷ πλησίον τοῦ θυσιαστηρίου ἔνθα μόναι ἵσταντο αἱ παρ θένοι· καὶ αἱ μὲν ἄλλαι μετὰ τὴν ἀπόλυσιν ἀπῄεσαν πρὸς τοὺς ἰδίους, ἡ δὲ παρθένος προσεκαρτέρει τῷ ναῷ ὑπ' ἀγγέλου τρεφο μένη. ἦν δὲ τῇ ἡλικίᾳ μέση, σιτόχρους, ξανθόθριξ, ξανθόμ ματος, εὐόφθαλμος, μεγαλόφρυς, μεσόρριν, μακρόχειρ, μακρο δάκτυλος, ἱμάτια αὐτόχροια ἀγαπῶσα. ἡνίκα δὲ γέγονεν ἐτῶν δώδεκα, ἐν μεσονυκτίῳ προσευχομένη ἤκουσε φωνῆς λεγούσης αὐτῇ θεόθεν "τέξῃ τὸν υἱόν μου." οὐδενὶ δὲ τοῦτο ἀπήγγειλεν, ἕως ὁ Χριστὸς εἰς οὐρανοὺς ἀνελήφθη. γενομένης δὲ αὐτῆς ἐτῶν ιδʹ, καὶ δοκούντων τῶν Ἰουδαίων ὅτι μέλλει γενέσθαι αὐτῇ ἡ συν ήθεια τῆς γυναικείας ἀσθενείας, λοιπὸν οὐ συνεχωρεῖτο εἶναι ἐν τῷ ναῷ. ἔστησαν δὲ οἱ ἱερεῖς εἰς προσευχὰς περὶ αὐτῆς· καὶ Ζαχαρίας ὁ ἀρχιερεὺς ὁ τοῦ βαπτιστοῦ πατὴρ ἔλαβε δώδεκα ῥάβ δους γερόντων