120
Ἦν δὲ Ἰωάννης λαʹ χρόνου, ὅτε ἐξῆλθε τῆς ἐρήμου. καὶ κηρύσσοντι ἠκολούθησαν αὐτῷ πολλοί, ἐν οἷς ἦν καὶ Ἀνδρέας καὶ Ἰωάννης. καὶ τῶν μὲν λεγόντων ὅτι ὁ Χριστός ἐστι τῶν δὲ ὅτι προφήτης, ἐν μιᾷ τῶν ἡμερῶν ἦλθον πολλοὶ πέραν τοῦ Ἰορδάνου ἐν χώρᾳ Βηθαβαρᾷ, καὶ ἐβαπτίζοντο. ἐλθόντος δὲ τοῦ Ἰησοῦ, ὡς εἶδεν αὐτὸν ὁ Ἰωάννης, εἶπεν "ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ." καὶ ἀκούσας Ἀνδρέας καὶ Ἰωάννης ἠκολούθησαν τῷ Ἰησοῦ. μετὰ δὲτὸ ὑποστρέψαι αὐτὸν εἰς Ναζαρὲτ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ριʹ. τελευτήσαντος δὲ καὶ Ζεβεδαίου ἤγαγεν Ἰωάννης καὶ Ἰάκωβος τὴν μητέρα αὐτῶν, καὶ συνῆν τῇ θεοτόκῳ· τὴν δὲ κτῆσιν αὐτῶν πω λήσαντες Καϊάφᾳ ἠγόρασαν τὴν Σιών, ἔνθα τὸ μυστικὸν πάσχα ὁ Χριστὸς ἐποίησε καὶ τῶν θυρῶν κεκλεισμένων εἰσῆλθε. μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἡ θεοτόκος ἐν Σιὼν διέτριβεν ἕως τῆς τελευ τῆς αὐτῆς. πρὸ δὲ ἡμερῶν ιεʹ ἔγνω τὴν ἔξοδον αὐτῆς. πρὸ δὲ 1.330 τριῶν ἡμερῶν ὁ ἀρχάγγελος παρεγένετο πρὸς αὐτήν, τὸ βραβεῖον κομίζων. παρέδωκε δὲ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ κυρίῳ καὶ υἱῷ τῷ θεῷ αὐτῆς ἐτῶν οὖσα οβʹ, οἱ δέ φασι νηʹ, ὥστε μετὰ τὴν ἀνά ληψιν τοῦ Χριστοῦ εἰκοσιτέσσαρας χρόνους ἐπεβίωσεν. Ὅτι ἐν τῷ ιαʹ ἔτει Ἡρώδου τοῦ τετράρχου ὁ ἀρχιερεὺς Ἄνανος ἐτελεύτησε· μεθ' ὃν ἐνιαυσιαῖοι ἀρχιερεῖς καθίστανται, ὡς Ἰώσηπος ἱστορεῖ. καὶ τὰ θεῖα εὐαγγέλια αὐτῷ μαρτυρεῖ ἀλη θεύοντι ἐν οἷς περὶ τοῦ Καϊάφα λέγει. τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν. Ὅτι τῆς παραδόξου τοῦ σωτῆρος ἡμῶν ἀναστάσεώς τε καὶ εἰς οὐρανοὺς ἀναλήψεως τοῖς πλείστοις ἤδη περιβοήτου καθεστώ σης, Πιλᾶτος ἀγωνιάσας ὡς μὴ ἀνενέγκας τῷ βασιλεῖ τοιαῦτα γενόμενα θαύματα, τέλος ἀναγκασθείς, ὡς μὴ λάθῃ, ἀνεκοινώ σατο τῷ βασιλεῖ Τιβερίῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τάς τε ἄλλας τερατουργίας αὐ τοῦ, καὶ ὡς ὅτι μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς ἤδη παρὰ πολλοῖς εἶναι πιστεύεται. Τιβέριος οὖν, ἐφ' οὗ τὸ τῶν Χριστια νῶν ὄνομα εἰς τὸν κόσμον εἰσελήλυθεν, μαθὼν τῇ συγκλήτῳ ἀνε κοινώσατο, δῆλος ὢν ἐκεῖνος ὡς τῷ δόγματι ἀρέσκοιτο. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, ἀπώσατο, τῇ δὲ ἀληθείᾳ, ὅτι μηδὲ τῆς ἐξ ἀνθρώπων ἐπικρίσεώς τε καὶ συστάσεως ἡ σωτή ριος τοῦ θείου κηρύγματος ἐδεῖτο διδασκαλία. ταῦτά φησι Τερτυ 1.331 λιανός. οὗτος ὁ Τιβέριος θάνατον ἠπείλησε τοῖς Χριστιανῶν κατηγόροις. Ὅτι ἐν τῷ ιθʹ ἔτει Τιβερίου Ἰωάννης ὁ βαπτιστὴς ἀφαιρεῖ ται τὴν κεφαλὴν ὑπὸ τοῦ νέου Ἡρώδου καὶ Κλεοπάτρας διὰ Ἡρωδιάδα, καθὼς ἱστορεῖ Ἰώσηπος ἐν τῷ ιηʹ τῆς ἀρχαιολογίας. ἔνθα καὶ πόλεμος αἴρεται πρὸς τὸν Ἀρέταν, ὡς ἀτιμασθείσης αὐ τῷ τῆς θυγατρός· ἐν ᾧ πολέμῳ πάντα φησὶ τὸν Ἡρώδου στρατὸν διαφθαρῆναι διὰ τὸν Ἰωάννου θάνατον. Ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὰς περὶ αὐτοῦ προφητείας ἐπὶ τὸ πάθος προῄει ἔτους ιθʹ τῆς Τιβερίου βασιλείας. καθ' ὃν καιρὸν καὶ ἐν ἄλλοις μὲν Ἑλληνικοῖς ὑπομνήμασιν εὕρο μεν ἱστορούμενα ταῦτα κατὰ λέξιν. ἐγένετο ἔκλειψις ἡλίου μεγί στη τῶν ἐγνωσμένων πρότερον, καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγέ νετο ὡς καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι, σεισμός τε μέγας κατὰ Βιθυνίαν γενόμενος τὰ πολλὰ τῆς Νικαίας κατεστρέψατο. ταῦτα Φλέγων φησί. καὶ Ἀφρικανὸς δὲ ἱστορεῖ κατ' αὐτὴν τὴν ἡμέραν τοῦ πάθους σκότος καθ' ὅλου τοῦ κόσμου φοβερώτατον γενέσθαι. σεισμῷ τε αἱ πέτραι διερρήγνυντο, καὶ πολλὰ τῆς γῆς κατερρίφη. τοῦτο τὸ σκότος ἔκλειψιν ἡλίου οἱ Ἰουδαῖοι καλοῦσιν, ἀλόγως, ὡς ἐμοὶ καὶ τῇ ἀληθείᾳ δοκεῖ· Ἑβραῖοι γὰρ ἄγουσι τὸ πάσχα κατὰ σελήνην, πρὸ δὲ τῆς μιᾶς τοῦ πάσχα τὰ περὶ τὸν σωτῆρα συνέβη, ἔκλειψις δὲ ἡλίου τῆς σελήνης αὐτὸν ὑπελθούσης γίνεται, ἀδύνατον δὲ ἐν ἄλλῳ χρόνῳ πλὴν ἐν τῷ μεταξὺ νουμηνίας καὶ τῆς 1.332 πρὸ αὐτῆς κατὰ τὴν σύνοδον αὐτὴν ἀποβῆναι· πῶς οὖν ἔκλειψις νομισθείη κατὰ διάμετρον σχεδὸν ὑπαρχούσης τῆς σελήνης ἡλίῳ; ἔστω δὲ συναρμόζον πολλοῖς τὸ γεγενημένον, καὶ κοσμικὸν τέρας ἡλίου ἔκλειψις ὑπονοείσθω ἔκ γε τῆς κατὰ τὴν