121
ὄψιν πλάνης. τίς δὲ ἡ κοινωνία σεισμῷ καὶ ἐκλείψει πέτραις τε ῥηγνυμέναις καὶ ἀνα στάσει νεκρῶν, τοσαύτη τε κίνησις κοσμική; ἐν γοῦν τῷ μακρῷ χρόνῳ τοιοῦτόν τι συμβὰν οὐ μέμνηταί τις. ἀλλ' ἦν σκότος θεο ποίητον, διότι τῇδε τῇ ἡμέρᾳ τὸν κύριον συνέβη παθεῖν. καὶ ὁ λόγος ἀληθέστατος, καὶ ὁ χρόνος τοῦ σωτηρίου πάθους παρὰ Ῥωμαίοις μᾶλλον σεσημείωται· ἐν γὰρ τῇ Γεμίνου ὑπατείᾳ πεπον θέναι αὐτὸν ἐσημειώσαντο, ἥτις γέγονεν ἐν τῷ αʹ τῆς σβʹ Ὀλυμ πιάδος. τεκμήριον δ' ἂν γένοιτο τοῦ κατὰ τόδε τὸ ἔτος πεπονθέ ναι τὸν σωτῆρα ἡμῶν ἡ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου μαρτυρία, ἥτις μετὰ τὸ ιεʹ ἔτος Τιβερίου τριετῆ χρόνον τῆς διδασκαλίας αὐ τοῦ διαγενέσθαι μαρτυρεῖ. Ὅτι ἐν τῷ λγʹ ἔτει Ἡρώδου Κυρήνιος ὑπὸ τῆς συγκλήτου βουλῆς ἀπεσταλμένος εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων. ἐν τῷ αὐτῷ δὲ ἔτει Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας γεννᾶται. Ὁμοῦ συνάγεται ἀπὸ Ἀβραὰμ ἐπὶ τὴν Χριστοῦ γέννησιν ἔτη βρεʹ. Ὅτι Ἡρώδης ὕδρωπι δεινῷ πιεσθεὶς σκώληκάς τε ἐκβράσας 1.333 ἀπὸ τοῦ σώματος καταστρέφει τὸν βίον. Αὔγουστος δὲ μετὰ θάνατον Ἡρώδου Ἀρχέλαον μὲν τὸν υἱὸν Ἡρώδου Ἰουδαίωἐθνάρχην κατέστησε, δοὺς αὐτῷ τὰ περὶ Ἱεροσόλυμα ὅρια καὶ Σαμαρέων τὸ ἔθνος καὶ Σεβαστὴν καὶ Καισάρειαν καὶ Ἰόππην καὶ Ἀντιπατρίδα καὶ Λύδαν καὶ τὸ πεδίον, Φιλίππῳ δὲ τὰ περὶ τὴν νῦν Πανεάδα καὶ Βαταναίαν καὶ Τράχωνα καὶ τὴν Ἀκραβατίνην καὶ Γαυλανῖτιν καὶ Γάλαθα, ἔνθα ἦν Γαμάλα πόλις, Ἡρώδῃ δὲ τὴν Γαλιλαίαν καὶ τὸ ὑπὸ τὴν Πάρναν πεδίον καὶ Νάρβαθον καὶ τὴν Περαίαν. οὗτος ἔκτισε Τιβεριάδα. τῷ δὲ Λυσανίᾳ τὴν Ἰδου μαίαν καὶ Ζιφηνὴν καὶ τὰ ταύτης χωρία καὶ Ἀβιληνήν. Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη δισχίλια σμβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τοῦ Φάλεκ καὶ τῆς πυργο ποιίας ἔτη φληʹ, καὶ ἀπὸ τοῦ Φάλεκ καὶ τῆς πυργοποιίας ἕως ἦλ θεν Ἀβραὰμ εἰς γῆν Χαναὰν ἔτη χιʹ, καὶ ἀπὸ Ἀβραὰμ ἕως τῆς τελευτῆς Ἰησοῦ υἱοῦ Ναυῆ ἔτη φκʹ, καὶ ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἕως παρέλαβε ∆αβὶδ τὴν βασιλείαν τῆς Ἰουδαίας ἔτη υπʹ, καὶ ἀπὸ ∆αβὶδ ἕως Σεδεκίου υἱοῦ Ἰεχονίου καὶ τῆς ἐκ Βαβυλῶνος μετοικεσίας ἔτη υμηʹ, καὶ ἀπὸ τῆς μετοικεσίας ἕως Ζοροβάβελ, ἐπὶ πρώτου ἔτους Κύρου βασιλέως Περσῶν, ἔτη οʹ, καὶ ἀπὸ τοῦ αʹ ἔτους Κύρου ἕως Αὐγούστου Καίσαρος, ἐν ᾧ χρόνῳ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός, ἔτη φβʹ. ὁμοῦ ἔτη #22εφʹ. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος ἔτη κγʹ, ὃς ἔκτισε πόλιν ἐν τῇ Ἰουδαίᾳ Τιβεριάδα. καὶ ἐν μὲν τῷ ιεʹ ἔτει τῆς αὐτοῦ 1.334 βασιλείας ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐβαπτίσθη καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο, ἐν δὲ τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐσταυρώθη ὁ κύριος. ἀνίσταται δὲ τῇ κεʹ Μαρτίου ἐπι φωσκούσῃ κυριακῇ, ἥτις ἐστὶ μία καὶ πρώτη, ἡ αὐτὴ καὶ πάσχα κυριακόν· ἐν ταύτῃ γὰρ ὁ θεὸς τὸ φῶς ἐδημιούργησε καὶ ἐν ταύτῃ τὸ ἀληθινὸν φῶς ὁ Χριστὸς ἐκ τάφου ἀνέτειλεν. ὃς καὶ ἐπεσκηά γισε τὴν τοῦ ∆ανιὴλ προφητείαν, μέσον τῆς ἑβδομάδος τῶν χρό νων ἐλθὼν ἐπὶ τὸ σωτήριον πάθος. φησὶ γάρ "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἐν γὰρ ταύτῃ τῇ ἑβδομάδι διαθήκη δέδοται καινὴ τοῖς πιστεύουσι, καὶ δυνάμεως ἁπάσης αὐτοὺς ἐπλήρωσεν, ἐπείπερ μεσούσης τῆς ἑβδομάδος ταύτης ἡ κατὰ νόμον ἤρθη θυσία, τῆς τε ἀληθινῆς προσφερομένης θυσίας. σημεῖα δὲ τῆς ἐρημώσεως προϋπέφηνε λέγων ὁ κύριος "ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ ∆ανιὴλ προφήτου, γινώσκετε ὅτι ἐγγὺς ἡ ἐρήμωσις αὐτῆς." καὶ ἵνα μὴ νομίσωσι οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν πόλιν, ἐπάγει "καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἕως γάρ, φησί, τῆς τοῦ κόσμου συντελείας ἡ τῆς ἐρημώσεως συντέλεια μένει, μεταβολὴν οὐ δεχομένη. τοῦτο καὶ ∆αβὶδ ἔφη "ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι· καὶ γνώσονται ὅτι δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς." καὶ τότε μᾶλλον γνώσονται, ὅταν ἴδωσι τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀν θρώπου ἐν τῷ