122
οὐρανῷ. ὥσπερ γὰρ διὰ ξύλου εἰσῆλθεν ὁ θάνα 1.335 τος, καὶ διὰ ξύλου ἡ ζωή, ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕ ρομεν ἐν τῇ θείᾳ γραφῇ, καὶ μετὰ τοὺς ἑπτὰ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος ὁ ἐγείρας τοὺς ἑπτά. πρὸ γὰρ τῆς Χριστοῦ ἀνα στάσεως ἑπτὰ μόναι ἀναστάσεις νεκρῶν ἐγένοντο, πρώτη μὲν [ἡ] ἐν τῇ παλαιᾷ ἡ τοῦ υἱοῦ τῆς χήρας τῆς Σαραφθίας, ὃν ἤγειρεν Ἠλίας, δευτέρα ἡ τοῦ υἱοῦ τῆς Σωμανίτιδος, ὃν Ἐλισαῖος ἤγειρε, τρίτη ἡ τοῦ στρατιώτου ὃν ἐγγὺς Ἐλισαίου θάψαντες, ὡς ἀπὸ πυρὸς ἐξεπήδησε, τετάρτη δὲ ἐν τῇ καινῇ ἡ τοῦ ἀρχισυναγωγοῦ τῆς θυγατρός, πέμπτη ἡ τοῦ υἱοῦ τῆς χήρας, ἕκτη ἡ τοῦ Λαζά ρου, ἑβδόμη ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη, καὶ ὀγδόη ἡ τοῦ κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος. καθ' ὃν καιρὸν τοῦ πάθους γενομένου σεισμοῦ ἐν πολλοῖς εὑρέθη Ἑλλη νικοῖς ὑπομνήμασιν ὅτι σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐφ' ὅλην τὴν οἰκουμένην, ὥστε καὶ ἀστέρας φανῆναι. ἱστορεῖ δὲ καὶ Ἰώ σηπος χρησμόν τινα ἐν ἱεροῖς γράμμασιν εὑρεθῆναι, περιέχοντα ὡς κατὰ καιρὸν ἐκεῖνον ἀπὸ τῆς αὐτῶν χώρας ἄρξει τις ἄνθρωπος τῆς οἰκουμένης πάσης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανοῦ ἐξείληφε πεπληρῶσθαι, διήμαρτε δὲ τῆς ἑρμηνείας ἐκ διαμέτρου· οὐ γὰρ πάσης οὗτος ἦρξε. λείπεται δὲ οὖν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦτο πληροῦσθαι, πρὸς ὅν φησιν ὁ πατήρ "αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." ὅθεν εἰς πᾶσαν τὴν γῆν 1.336 ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐπεὶ οὖν κατὰ τὸν καιρὸν τοῦ τον ὁ θεὸς τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ τῶν δένδρων ἡ βλάστησις, διὰ τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τὸν καιρὸν τοῦτον ἠλευθέρωσε τῆς Αἰγυπτιακῆς δουλείας, καὶ τῇ παρθένῳ Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο. εἰκότως οὖν κατὰ τὸν αὐτὸν καιρὸν καὶ Χριστὸς ὑπέμεινε τὸ σωτήριον πάθος.
Ὁ τοίνυν Πιλᾶτος μετὰ τὴν τοῦ Χριστοῦ σταύρωσιν εἰκόνας τοῦ Καίσαρος εἰς τὸ ἱερὸν νύκτωρ ἀνέθηκεν. ὄρθρου δὲ γενομέ νου οἱ Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐταράχθησαν ὥστε Πιλᾶτος ἐκδειματωθεὶς ἀλλαχοῦ ταύτας μετέθηκε. Τιβέριος δὲ λίαν τοῦ δικαίου φροντίζων ἔγραφε τοῖς ἄρχουσι τῶν πόλεων, ἐάν τι γράφῃ παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, μὴ προσέχειν ὡς ἠγνοη κότι. διὸ καὶ Πιλᾶτος εἰδὼς αὐτοῦ τὸ φιλάληθες καὶ φιλοδίκαιον, τὰ τεράστια Χριστοῦ πάντα καὶ τὰ τῆς εὐσεβείας δόγματα αὐτῷ δι' ἐπιτομῆς ἀνεκοινώσατο, καθὼς ἱστορεῖ Τερτυλιανὸς ἐν τῇ ὑπὲρ Χριστιανῶν ἀπολογίᾳ, καὶ ὅτι μετὰ θάνατον ἀνεβίωσε καὶ ἤδη παρὰ πᾶσι θεὸς εἶναι πιστεύεται. καὶ ὅτι Τιβέριος καταπλαγεὶς ἀνήγγειλε πάντα τῇ συγκλήτῳ. ἡ δὲ οὐ προσήκατο, πειθαρχεῖν νόμῳ παλαιῷ λέγουσα, μὴ πρότερον θεοποιῆσαί τινα, εἰ μὴ ψήφῳ καὶ δόγματι παρ' αὐτοῖς κριθείη. ὁ δὲ τὸν μὲν νόμον τοῦτον ἐδέξατο, ἐκέλευσε δὲ μηδένα ἐμποδίζειν τῷ Χριστοῦ κηρύγματι· 1.337 καὶ μέντοι καὶ θάνατον προσηπείλησε τοῖς κατηγορεῖν τολμῶσι τοῦ κηρύγματος. Ὁ δέ γε Πιλᾶτος μίσει τῷ πρὸς Ἰουδαίους καὶ τὸν ἱερὸν θησαυρὸν τὸν καλούμενον κορβανᾶν διέφθειρε καὶ πολλοὺς ἐξ αὐ τῶν. ἔμιξε δὲ καί τινων ἐξ αὐτῶν ἐν ταῖς ἡμέραις τοῦ Καίσαρος τὸ αἷμα τῶν θυσιῶν, τρόπῳ τοιῷδε. οἱ Γαλιλαῖοι τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ Λουκᾶς ἐν τοῖς πράξεσι τῶν ἀποστόλων μέμνηται, κενοφωνίαν καὶ πλάνην ἔμαθον ἐξ αὐτοῦ, καθὼς ἔφη Ἰώσηπος. προφάσει γὰρ εὐσεβείας δῆθεν κύριον μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινὰ λέγειν, μήτε κατὰ τιμὴν μήτε φιλοφροσύνην, καὶ τὴν θεῷ μόνῳ πρέπουσαν τιμήν τε καὶ δόξαν ἀνθρώποις ἀπονέμειν. ὅθεν καὶ πολλοὶ αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον καὶ δεσπότην χαλεπὰς αἰκίας ὑπέστη σαν. οἵτινες λοιπὸν ἐδίδασκον μηδὲν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωσέως νόμῳ θυσίας ἀναφέρεσθαι τῷ θεῷ. κἀντεῦθεν τοί νυν κωλύοντες τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδιδομένας γίνεσθαι περὶ τῆς τοῦ