123
βασιλέως σωτηρίας καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας, εἰκότως ἐπὶ τούτοις ἀγανακτεῖ πρὸς Γαλιλαίους Πιλᾶτος, καὶ κελεύει παρὰ ταῖς θυσίαις ἃς ἐδόκουν κατὰ νόμον προσφέρειν ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσφερόντων. Ὁ γοῦν Τιβέριος τοιοῦτος ὑπάρχων ἐν νεότητι ἄριστος καὶ λόγοις φιλοσόφοις καὶ ῥητορικοῖς καὶ βελτίστοις τρόποις καὶ ἔργοις 1.338 κομῶν ὁ γεννάδας, πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὡς ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν καὶ μιαι φονίαν τε καὶ οἰστρηλασίαν. καὶ οὐ μόνον ἐν τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν ἑαυτὸν ἐβεβήλωσε καθ' ὑπερβολήν, ἀλλὰ καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. οὕτως οὖν τὴν ἀρχὴν διοικήσας καὶ ἐξ ἀγαθοεργίας εἰς κακοεργίαν κατενεχθεὶς φοβερᾷ μὲν ὠμότητι μυσαρᾷ δὲ πλεονεξίᾳ καὶ αἰσχρουργίᾳ καταστρέφει τὸν βίον, μη δὲν ἐκ τῆς προλαβούσης καλοκαγαθίας καὶ ἀριστείας ὠφεληθείς, ἀλλὰ καὶ μᾶλλον ὑπὸ πάντων μισηθεὶς ὡς ἐν τῷ τέλει τὸ πᾶν ἐξυ βρίσας καὶ διαφθείρας, καὶ εἰς αἰώνιον κόλασιν μετὰ τῶν αὐτοῦ ὁμοίων ἀσεβῶν ἀπενεχθείς· τοὺς γὰρ ἐγκρίνοντας εἰς τὰς στραγ γαλίας ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰκό τως οὖν ὁ μὲν ἀπόστολος ἔλεγεν "ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει." ὁ δὲ κύριος φησίν "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται." Ὁ τοίνυν πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος, ἐν τοῖς χρο νικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων καὶ Πτολεμαίων καὶ τῶν μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρχιερέων διεξιὼν ἐν ἐπιτομῇ, τάδε φησίν. ὁ γοῦν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἕκτον ἔτος ἄγων τῆς βασιλείας, ∆α ρεῖον τὸν Ἀρσάμου χειρωσάμενος, καθεῖλε τὴν Περσῶν δυναστείαν 1.339 διαρκέσασαν ἀπὸ Κύρου μέχρι ∆αρείου ἔτη σλʹ. τῆς δὲ τῶν Μα κεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιηʹ καὶ τούτου τελευτήσαντος ἐν Βαβυλῶνι διαδέχονται τὴν ἀρχὴν τῆς μὲν Μακεδονίας Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου, τῆς δὲ Συρίας Σέλευκος ὁ Νικάνωρ· ὃς καὶ πόλεις δύο ἔκτισεν εἰς τὰ μέρη Κιλικίας καὶ ἑτέραν εἰς Συρίαν, καὶ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν εἰς τὸ αὐτοῦ ὄνομα, τὴν δὲ Ἀντιόχειαν εἰς τὸ τοῦ υἱοῦ αὐτοῦ, τὴν δὲ Λαοδί κειαν εἰς τὸ τῆς θυγατρὸς αὐτοῦ. καὶ οἱ μὲν τῆς Συρίας βασι λεύσαντες μετὰ Ἀλέξανδρον εἰσὶν οὗτοι, Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς σωτήρ, Ἀντίοχος ὁ νόθος, Σέλευκος ὁ καλλίνικος, Ἀλέξανδρος Ἀντίοχος, Σέλευκος ὁ φιλοπάτωρ, Ἀντίοχος ὁ ἐπιφανής, ὃς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς πατρῴας θρησκείας. καὶ τὸ μὲν ἱερὸν μιάνας Ὀλυμπίου ∆ιὸς ναὸν προση γόρευσε, τῷ δὲ ἔθνει κολάσεις ἀνηκέστους ἐπάγων ἑλληνίζειν ἠνάγ καζεν. ἐφ' οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν. τὸ δὲ ἱερὸν ἔτεσι τρισὶν ἐρημωθὲν Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος καθάρας τῶν ἀσεβειῶν, τὴν χώραν ἀνενεώσατο. εἶτα ἐβασίλευσεν Ἀντίο χος ὁ εὐπάτωρ, ∆ημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλῆ, ∆ημήτριος ὁ Νικάνωρ, Ἀντίοχος ὁ Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδίτης, ∆ημήτριος, Ἀντίοχος ὁ γρυπός, Ἀντίοχος ὁ Κυζικηνός, Σέλευκος ὁ τοῦ γρυποῦ, ἐφ' οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σνʹ. 1.340 Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρον εἰσὶν οἵδε, Πτολεμαῖος ὁ Λάγου, ἐφ' οὗ Μένανδρος ὁ κωμῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφραστος ὁ φιλόσοφος, Πτολεμαῖος ὁ φιλάδελ φος, ἐφ' οὗ οἱ οʹ Ἑβραίων σοφοὶ τὸν νόμον ἡρμήνευσαν, Πτο λεμαῖος ὁ εὐεργέτης, ἐφ' οὗ τὴν πανάρετον σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ φιλοπάτωρ, ἐφ' οὗ ὁ τῶν Ἑβραίων λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύ πτῳ τοιοῦτόν τι πέπονθε. προσέταξε γὰρ οὗτος τοῖς αὐτοῦ ὑπ ασπισταῖς ἐλέφαντας φʹ εὐτρεπίσαι, καὶ τούτους μεθύσαι οἴνῳ λι βανωτῷ, ἵνα ἀποκτείνωσι τοὺς Ἰουδαίους. τῶν Ἰουδαίων δὲ