124
εὐξαμένων οἱ ἐλέφαντες εἰς τοὺς ἑαυτοῦ στρατιώτας τε καὶ δήμους ἐξορμήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθει ραν. καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισωθέντες ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια, τῷ εὐεργέτῃ θεῷ εὐχαριστοῦντες. εἶτα βασιλεύει Πτολεμαῖος ὁ ἐπικληθεὶς σωτήρ, Πτολεμαῖος ὁ Ἀλέ ξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ ∆ιονύσιος, Κλεοπάτρα ἡ τούτου θυγάτηρ· ἣν Αὔγουστος ἀνελὼν ἐν τῷ ιδʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐκράτησε τῆς Αἰγύπτου, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἐν ἔτεσι διακοσίοις ʹ.
Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσὶν οὗτοι, Ἰησοῦς, Ἰωσεδὲκ ἅμα Ζοροβάβελ, Ἰάκωβος υἱὸς Ἰησοῦ, Ἰλιάσιμος Ἰακίμου, Ἰωδαὲ Ἰωσήβου, Ἰωνης ὁ τοῦ Ἰωδαέ, Ἰαδοῦς, ἐφ' οὗ Ἀλέξανδρος ἐν Ἱερουσαλὴμ 1.341 τῷ θεῷ προσεκύνησε. καταπλαγεὶς γὰρ ἐπὶ τῇ ξένῃ θέᾳ τῆς στο λῆς τοῦ ἀρχιερέως, ἀπὸ τοῦ ἅρματος καταβὰς μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο· ὃν πάντες Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ γνησίως ἀντησπάσαντο. τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν Ἀλεξάνδρου ὑπειληφότων, καὶ Παρμενίωνος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος, διότι καθάπερ τις τῶν ὑπηκόων πεσὼν προσεκύνησεν, εἶπεν Ἀλέξανδρος "οὐ τὸν ἀρχιερέα προσε κύνησα, ἀλλὰ τὸν ὑπ' αὐτοῦ τιμώμενον θεόν, κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ἐναντίων ὑποσχόμενον. ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρατείαν καὶ ἐδεδίειν τὸ μέγεθος τῆς δυναστείας αὐ τῶν, ὤφθη μοι κατ' ὄναρ κατὰ τὸ σχῆμα τοῦδε τοῦ ἀρχιερέως ὁ θεός, καὶ θαρρεῖν μοι παρεκελεύσατο καὶ τῆς προθυμίας σπου δαίως ἔχεσθαι, λέγων «εἰς σὲ γὰρ καταλήξω τὴν Περσῶν δυνα στείαν.» διὸ τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ, καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως, εἰκότως προσεκύνησα." ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος, τῶν ἱερῶν παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παραγίνεται. οἱ δὲ γραμματεῖς τὴν βίβλον τοῦ ∆ανιὴλ προσκομίσαντες τὴν προφητείαν αὐτῷ διηρμή νευον, ὡς δεῖν τινὰ τῶν Μακεδόνων τὴν βασιλείαν Περσῶν χειρώ σασθαι. ὃς ἐπὶ τούτῳ μᾶλλον ἡσθεὶς καὶ περιχαρὴς γενόμενος, καὶ ἐπὶ τὸ ἱερὸν ἀνελθών, θύει μὲν τῷ θεῷ κατὰ τὴν τοῦ ἀρχιε ρέως ὑφήγησιν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ πάντας τοὺς ἱερεῖς 1.342 ἀξιοπρεπῶς τιμήσας καὶ λαμπροῖς καὶ μεγίστοις ἀναθήμασι τὸν ναὸν διακοσμήσας κατὰ τῶν Περσῶν ἐχώρησε. μετὰ δὲ Ἰαδοῦν Ἰωνίας Ἰαδοῦν, Ἐλεάζαρος, Ἰωνιᾶς, Σίμων, Ἰωναὰς ΣίμωἸανῆς ὁ καὶ Ὑρκανός, Ἀριστόβουλος, ὃς καὶ πρῶτος ἐπέθετοδιάδημα βασιλικὸν πρὸς τῇ ἀρχιερωσύνῃ, Ἰανέας ὁ καὶ Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς. μέχρι τούτου οἱ ἀπὸ Κύρου χριστοὶ ἡγούμενοι, διαρκέσαντες ἔτη υπγʹ, ἅ εἰσιν ἑβδομάδες ἐτῶν ξθʹ, καθὼς ἔφη καὶ ∆ανιὴλ τό "καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξό δου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ξβʹ." ἅ τινά εἰσιν ἔτη υπγʹ. ἀπὸ δὲ Κύρου ἐπὶ Ἀντίοχον τὸν ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην ἔτη εἰσὶ τδʹ. Εἶτα διδάσκει ἡμᾶς πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου, ἀλλ' ἀπὸ ἐξόδου λόγων ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ μακρόχειρος Ἀρταξέρξου. μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ μάγοι, καὶ μετ' ἐκείνους ∆αρεῖος ὁ Ὑστάσπου, μεθ' ὃν Ξέρξης ὁ ∆αρείου καὶ Ἀρταβάνης. εἶτα Ἀρταξέρξης ὁ μακρόχειρ ἐβασίλευσε τῆς Περσίδος. ἐν δὲ τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέ στησε, καθὼς Ἔσδρας διηγήσατο. ἐντεῦθεν υπγʹ ἔτη γεγόνασιν ἕως τῆς κατασκαφῆς τῆς πόλεως, καθὼς Ἰώσηπος ὁ Ἑβραῖος μαρτυρεῖ. 1.343 Ἰώσηπος ἱστορεῖ ὅτι κατὰ τὴν αὐτὴν ἡμέραν τῆς τοῦ κυρίου σταυρώσεως κτύπους τοῦ ἱεροῦ ἀντιλαμβάνεσθαι πρῶτον,