126
ἐμπεβάριον αὐτὸν Ῥωμαῖοι ἐκάλουν, ὃ σημαίνει 1.346 παρ' αὐτοῖς τὸν οἰνοπότην. τοῦτον Γάϊος ὁ ἀδελφιδοῦς ἐν τῇ νόσῳ αὐτοῦ ἱμάτια πολλὰ περιθεὶς ἀπέπνιξεν. Ἐκράτησε δὲ Γάϊος Ἰούλιος Καῖσαρ ἔτη ζʹ. οὗτος ἦν μοι χικώτατος πάνυ· ὃς περιιών ποτε τὴν ἀγορὰν καὶ ἰδὼν πηλὸν ἐν τῇ ὁδῷ ἤγαγε Φλάβιον Οὐεσπασιανόν, ἀγορανόμον τότε ὄντα, τὸν μετὰ ταῦτα βασιλεύσαντα, καὶ ὡς ἀμελοῦντα τῶν κοινῶν τὸν πηλὸν εἰς τὴν ἐσθῆτα βληθῆναι ἐκέλευσεν· ὅπερ ἐσήμανε τὰ κοινὰ τεταραγμένα αὐτὸν παραλήψεσθαι. ἐπὶ δὲ τῆς τοῦ αὐτοῦ Γαΐου βασιλείας Ἀγρίππας βασιλεὺς τῆς Ἰουδαίας καὶ Σίμων ὁμάγος βαπτίζεται ὑπὸ Φιλίππου, ἑνὸς τῶν ἑπτὰ διακόνων. Γάϊος δὲ ὑπὸ Κλαυδίου σφάζεται. ἐπὶ τούτου Κορνήλιος πρῶτος ἐξ ἐθνῶν βαπτίζεται ὑπὸ Πέτρου, καὶ Παῦλος, τὸ τῆς ἐκλογῆς σκεῦος, δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ ἀπόστολος ἀνα δείκνυται. Κλαύδιος ἐβασίλευσεν ἔτη ιγʹ μῆνας θʹ. οὗτος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ ἐποίει ἐρευνᾶσθαι, μή τι ξιφί διον ἔχωσι. καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι εἰς φυλακὴν παρει στήκεισαν αὐτῷ· ἐξ οὗ καὶ εἰς τοὺς λοιποὺς βασιλεῖς εἴθιστο γί νεσθαι τοῦτο. ἐπὶ τούτου καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἦν, φιλό σοφος Πυθαγόρειος, στοιχειωματικός. οὗτος ἐν Βυζαντίῳ ἐλθών, παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐστοιχείωσεν ὄφεις μὲν καὶ σκορ πίους μὴ πλήσσειν, κώνωπας μηδὲ παρεῖναι, ἵππους μὴ κατωφρυῶ σθαι μήτε μὴν ἀγριαίνεσθαι κατ' ἀλλήλων ἢ καὶ κατά τινος. καὶ 1.347 Λύκον δὲ τὸν ποταμὸν ἐστοιχείωσεν ὥστε μὴ πλημμυρήσαντα τὸ Βυζάντιον καταλυμήνασθαι. Τότε Αἰγύπτιος λῃστὴς ἐξήγαγεν εἰς τὴν ἔρημον τοὺς σικα ρίους, οὓς μετῆλθε Φήλιξ ὁ ἡγεμών. σικαρίους δὲ αὐτοὺς ὠνό μασεν ἀπὸ τῶν σικαρίων, ἅ ἐστι μαχαίρια μικρά, ἃ ἐπεφέροντο κρυφῇ εἰς τὸ λαθραίως τοὺς παρατυγχάνοντας πλήττειν. καθ' ὃν καιρὸν μεταξὺ Θήρας καὶ Θηρασίας νῆσος ἀνεφυσήθη στά δια λʹ. Οὗτος πόλιν ἔκτισεν, ἐπὶ τῷ ἰδίῳ ὀνόματι καλέσας αὐτὴν Κλαυδίου πόλιν, καὶ Ἰουδαίους τῆς Ῥώμης ἀπήλασεν. ἐπὶ τούτου κατὰ τὴν ἑορτὴν τοῦ πάσχα συγχύσεως γενομένης ἐν Ἱεροσο λύμοις μόνοι πατηθέντες καὶ ἀποθανόντες εὑρέθησαν τρισμύριοι. οὗτος οὐ μόνον Ἰουδαίους ἐτυράννει, ἀλλὰ καὶ πάντας τοὺς ἐν Ῥώμῃ ἐπισήμους ἀναιρῶν ἐλάμβανεν αὐτῶν τὰς οὐσίας. πρὸς τούτοις καὶ δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι συνίδοιεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας. οὐ μὴν ἀλλὰ καὶ εἰς μανίαν ἐκτραπεὶς ἄθεσμά τινα διεπράττετο. φονεύσας δὲ τοὺς φονεῖς Γαΐου ἀνῃρέθη ὑπὸ τῆς ἰδίας γυναικὸς φαρμάκῳ.
Ἐπὶ τούτου Ἰάκωβος ὁ Ζεβεδαίου ἐμαρτύρησε, καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς τὸ κατ' αὐτὸν εὐαγγέλιον προτροπῇ Πέτρου συνεγράψατο, καὶ ἐν Αἰγύπτῳ σταλεὶς ὑπ' αὐτοῦ, πρῶτος ἐκ 1.348 κλησίαν πηξάμενος, πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σε μνεῖα τότε προσηγορεύθησαν, καθώς φησιν Εὐσέβιος ὁ Παμφίλου ὅτι Μάρκον πρῶτον ἴσμεν ἐν Αἰγύπτῳ τὸ εὐαγγέλιον συγγεγραφέ ναι καὶ ἐκκλησίαν πρῶτον ἐπ' αὐτῆς Ἀλεξανδρείας συστήσασθαι. τοσαύτη δὲ τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυ ναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη δι' ἀσκήσεως φιλοσοφωτάτης καὶ σφοδροτάτης, ὡς καὶ συγγραφῆς ἀξιῶσαι τὰς διατριβάς τε καὶ συνελεύσεις καὶ πᾶσαν ἄλλην τοῦ ἀρίστου βίου διαγωγὴν Φί λωνα τὸν σοφώτατον, ὡς καὶ αὐτόπτην τοῦ ἀποστόλου Πέτρου καὶ αὐτήκοον καὶ συνόμιλον ἐν Ῥώμῃ γενόμενον. τῶν γὰρ παρ' ἡμῶν ἀσκητῶν ἀποδεχόμενος τὸν βίον, ἐκθειάζει σφόδρα καὶ σε μνύνει τοὺς κατ' αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων, ὡς ἔοικε, γεγονότας καὶ τῶν Ἐσσαίων τὴν ἄσκησιν καὶ πολιτείαν εὖ μάλα προακουτισθέντων, ἥτις γε τῶν γραμματέων καὶ Φαρισαίων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διενέστηκεν. ἀπὸ γὰρ Ἰωναδὰμ υἱοῦ Ῥιχὰβ καταγόμενοι οὗτοι τὴν