128
Ἑβραίων ἡμετέ ρων ἀσκητῶν ἀναφανέντων μέμνηται σαφῶς ἐν τῷ λόγῳ ἐν ᾧ ἐπέ γραψε περὶ θεωρητικοῦ βίου. οὓς θεραπευτὰς καὶ τὰς ὁμοιοσχή μους καὶ ὁμοτρόπους γυναῖκας θεραπεύτιδας ὠνόμασε. καὶ θερα πευταὶ μέν, φησίν, ἐκέκληντο ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόν των αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θερα πεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρησκείας ἕνεκα. εἶτα φησί· πρῶτα μὲν ἀρχόμενοι φιλοσο φεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις καὶ κήποις καὶ ὄρεσι τὰς διατριβὰς ποιοῦνται, τὰς ἐκ τῶν ἀνομιῶν ἐπιμιξίας ἀλυσιτελεῖς τε καὶ βλα βερὰς εἰδότες, τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. οὕτω 1.352 πολλαχοῦ μὲν τῆς οἰκουμένης ἐστὶ τὸ γένος (ἔδει γὰρ ἀγαθοῦ τε λείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον), ἐν Αἰγύπτῳ δὲ πλεονάζει, καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερόν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτόν, μὴ σῖτον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὴν τοῦ σώματος χρείαν ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τἆλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται. τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστὶν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πατρίαν φιλοσοφίαν. ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς· σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς αὐ τῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδήπερ τὸ μὲν φιλοσο φεῖν ἄξιον φωτὸς κρίνουσι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. ἔνιοι δὲ καὶ δι' ἡμερῶν τριῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλέον ὁ πόθος τῆς ἐπιστήμης ἐνίδρυται. τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν, μόγις δι' ἡμερῶν ἓξ ἀπογεύεσθαι τροφῆς ἐθισθέντες. αἱ δὲ ἐξη γήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι' ὑπονοιῶν ἐν ἀλληγο ρίαις. πᾶσα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζώῳ ἐοικέναι, καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν 1.353 ἀποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. ὡσαύτως δὲ τῆς αὐτῆς εἰσὶν ἱερᾶς πολιτείας καὶ καταστάσεως καὶ γυναῖκες, ὧν αἱ πλεῖ σται γηραλέαι τυγχάνουσι καὶ παρθένοι, καὶ τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ' Ἕλλησιν ἱερειῶν, φυλάξασαι διὰ πρόσκαιρον ἔπαινον, ἀλλ' ἐκ προαιρέσεως ἀγαθῆς ὀρεχθεῖσαι τὰ μέλλοντα ἀγαθὰ καὶ αἰώνια.
Ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ εὐαγγέλιον διδα σκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων παραδεδομένα ἔθη καταλαβὼν ὁ Φίλων ἔγραψε ταῦτα, παντί που δῆλον, ὡς καὶ Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ταῦτα λέγει. ὁ αὐτὸς δὲ καὶ ἐν τοῖς πρὸς Μαρῖνον ταῦτά φησιν. ὡσαύτως καὶ ὁ μέγας Ἀθανάσιός φησι· δύο γὰρ ὁδῶν καὶ πολιτειῶν οὐσῶν ἐν τῷ βίῳ, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω, ἑτέρας δὲ ἀγγελικῆς καὶ ἀποστολικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας ἤτοι τῆς μοναδικῆς πολιτείας, εἰ μέν τις τὴν κοσμικὴν τουτέστι τὸν γάμον ἕλοιτο, μέμψιν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψε ται· λήψεται γάρ, ἐπειδὴ φέρει καὶ αὐτὸς καρπὸν τὸν τριάκοντα. εἰ δὲ τὴν ἁγνὴν καὶ ὑπερκόσμιον ἀσπάσοιτό τις, εἰ καὶ τραχεῖα παρὰ τὴν ἀρετὴν μάλιστα καὶ δυσκατόρθωτος φαίνεται, ἀλλ' ἔχει μετὰ τὴν ἔννομον ἄθλησιν καὶ καρτερίαν χαρίσματα θαυμα σιώτερα καὶ ἀξιάγαστα· τὸν γὰρ τέλειον καὶ πληρέστατον καρπόν, τὴν ἑκατοντάδα λέγω, φαιδρὸν καὶ ἁγιοπρεπῆ πάντως ἐγκατέστη σεν. οὐκοῦν ὥσπερ ὁ παλαιὸς νόμος εἰς δύο βίους ἦν διῃρημένος, 1.354 εἴς τε τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν καὶ εἰς τὸν ὑποδεέστερον καὶ κοσμικόν, οὕτω δὴ καὶ ὁ κατὰ χριστιανισμὸν νέος θεσμὸς εἰς