129
μο ναδικὸν ὑπερφερῆ καὶ βιωτικόν. Φαρισαῖοι τοίνυν, ἑρμηνευόμενοι ἀφωρισμένοι καὶ μεμερι σμένοι, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῶν ἄλλων ἁπάν των ἐλέγοντο εἴς τε τὸ καθαρώτατον τοῦ βίου καὶ ἀκριβέστατον καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. τὸν δὲ αὐτὸν βίον μετέρχονται καὶ οἱ γραμματεῖς, παρ' οἷς καὶ πολιτεία ἡ αὐτὴ ἐγκράτειά τε καὶ παρθενία, νηστεία δὶς τοῦ σαββάτου, ξεστῶν καὶ πινάκων καὶ ποτηρίων καθαρισμοί, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐν δελεχεῖς εὐχαὶ καὶ τὰ λοιπὰ πάντα, ὑπεξαιρουμένων δηλονότι τῶν θαυμασίων Ἐσσαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμέ νων. ἣν δὴ Φαρισαϊκὴν ὡς ἄριστον πολιτείαν ὁ Παῦλος ζηλώ σας εὖ μάλα σεμνύνεται, φάσκων "Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος." ὅθεν εἰκότως καὶ ὁ κύριος ἡμῶν τὸν τελειό τερον καὶ ἀγγελικὸν ὑποτιθέμενος ἐναργῶς βίον ἔφασκε πρὸς τοὺς ἐραστὰς τῆς οὐρανίου κληρουχίας "ἐὰν μὴ περισσεύσῃ ἡ δικαιο σύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." ἔνθεν γέ τοι καὶ ὁ ἀπο στολικὸς ∆ιονύσιος ἀποσεμνύνων τὴν ἱερὰν τῶν μοναχῶν τάξιν οὕτω φησίν "ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μοναχῶν ἐστὶν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλκῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνό τητι, ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνύμων ἑαυτοὺς ἱερῶν 1.355 ἠξίωσαν, οἱ μὲν θεραπευτὰς οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας." Ταῦτα ἐκ πολλῶν ἐρανισάμενος ὀλίγα ἀναγκαίως οἶμαι συν τέθεικα διὰ τοὺς ἐπαποροῦντας πότε καὶ πόθεν ἡ τῶν μοναχῶν ἤρξατο διαγωγή τε καὶ ἄσκησις καὶ τάξις. ποῦ τοίνυν εἰσὶν οἱ τὴν μοναδικὴν πολιτείαν μετὰ τῶν ἄλλων τῆς ἀποστολικῆς ἐκκλη σίας θείων παραδόσεών τε καὶ θεσμῶν εἰκονομάχοι δυσσεβῶς καὶ ἀνοήτως ἀποβαλλόμενοι καὶ διαπτύοντες, ἀρτιφανεῖς Ἰουδαῖοι, καὶ κατὰ τὸν ἀσεβῆ καὶ θεοστυγῆ μυσταγωγὸν αὐτῶν Κοπρώνυμον νέαν καὶ πρόσφατον ταύτην δογματίζοντες ἐξ ἄκρας μανίας τε καὶ ἀπονοίας καὶ ἀβελτηρίας, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται; ἡμεῖς δὲ ταῖς διδασκαλίαις τῶν ἁγίων πατέ ρων ἑπόμενοι καὶ ἀρχαίαν ταύτην καὶ παλαιὰν πιστεύομεν ὑπάρ χειν. Ἀλλὰ καὶ ὁ μέγας Βασίλειος περὶ ὑποταγῆς καὶ μοναδικῆς πολιτείας ἐξιὼν οὕτως ἔφη "διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος κύριος, κηδόμενος ἡμῶν τῆς σωτηρίας, εἰς δύο βίους διεῖλε τὰ τῶν ἀνθρώ πων, συζυγίαν καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας καὶ ἀσκήσεως ἆθλον ἔλθῃ εἰς συνοίκησιν γυναικός, ἐκεῖνο εἰδὼς ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τὴν πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοίωσιν, τούς τε ἐν τῇ παλαιᾷ καὶ τῇ νέᾳ. πάντες γὰρ ἄνθρωποι ἀπαιτη θησόμεθα τὴν πρὸς τὸ εὐαγγέλιον ὑπακοήν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι εἰς συγγνώμην τὸ 1.356 τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας καὶ συνουσίας. τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίν δυνα τοῖς παραβαίνουσι, καθώς φησιν ὁ κύριος πρὸς τοὺς ἑαυ τοῦ μαθητάς «ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω.»" ἀλλὰ καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος καὶ ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος καὶ ἄλλοι πλεῖστοι τῶν θείων καὶ μακαρίων πατέρων ἐν διαφόροις αὐ τῶν λόγοις διαβεβαιοῦνται ἀρχαίαν καὶ ἀποστολικὴν εἶναι τὴν τοῦ μονήρους βίου παράδοσιν. εἰ δὲ καί τινας τῶν θύραθεν εἰς ταύ την τὴν μαρτυρίαν παράξομεν, μηδεὶς μεμφέσθω ἡμῖν. εἰκότως οὖν ὁ Πλάτων ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον ἔφασκεν "οὔ μοι δοκεῖ δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γενέ σθαι, πλὴν ὀλίγων. μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομεν· ναρθηκοφόροι μὲν γὰρ πολλοί, φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι. καλὴ δὲ πρᾶξις καὶ πίστις τελευτήσαντα τυχεῖν ἁπάντων." ὅθεν ἐπήγαγεν ἄνδρα ἁπλοῦν καὶ γενναῖον κατ' Αἰσχύλον. ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. ἄδηλον οὖν