130
εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτός ἐστι. γυ μνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως δια κείμενος τῷ προτέρῳ. μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τὸ μὴ τίτεσθαι ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ ὑπ' αὐτῆς γινομένων, ἀλλ' ἔστω μετάστατος μέχρι θανάτου δοκῶν ἄδικος εἶναι διὰ βίου." καὶ δὴ καὶ Σωκράτης ὁ διδάσκαλος αὐτοῦ πρὸς αὐτὸν οὕτως ἔφη· 1.357 πότερον τὴν τῶν πολλῶν δόξαν δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι ἢ τὴν τοῦ ἑνός, εἴ τις ἔστιν ἐπαΐων οὗ δεῖ, καὶ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολου θήσομεν, δεινῶς λωβησόμεθα. οὐκ ἄρα γε, ὦ βέλτιστε, φρον τιστέον ἡμῖν τί ἐροῦσιν ἡμῖν οἱ πολλοί, ἀλλὰ τί τὸ ἐπαΐον τῷ δι καίῳ καὶ ἀδίκῳ, ἥτις ἐστὶν ἡ ἀλήθεια. ταῦτα δὲ φανερῶς ἐοί κασι τοῖς ἡμετέροις μᾶλλον ἱεροῖς καὶ ἀποστολικοῖς λόγοις, ἐν οἷς φησὶν ὁ μέγας Παῦλος "διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δε ξίων καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ ἀθυμίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινω σκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι" καὶ τὰ ἑξῆς. τοιαύτην οὖν περὶ δικαιο σύνης καὶ θεαρέστου πολιτείας πάνυ Σωκράτης καὶ Πλάτων διδα σκαλίαν ἐποιήσαντο, θαυμαστὴν ὄντως καὶ ἀξιέπαινον ἀληθῶς τῇ λογικῇ φύσει τῶν ἀνθρώπων συμβαίνουσαν. τὰ γὰρ ἠθικὰ μα θήματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσε. διαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ θεὸς ἐντέθεικε τῇ φύσει τῶν ἀγα θῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν, ὁ καὶ παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. διόπερ οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβάρων. καὶ γὰρ τοὺς ὑπερβορέους μὲν οἰκεῖν ὑπὲρ τὰ Ῥιπαῖα ὄρη φασίν, ἀσκεῖν δὲ δικαιοσύνην μὴ κρεωφαγοῦντας ἀλλ' ἀκροδρύοις καὶ ὕδασι χρωμένους. καὶ τοὺς 1.358 Βραχμᾶνας ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα καλύπτοντας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγενῆσθαι λέγουσι, καὶ οὕτως αὐτὸν ὁ τῆς φιλοσο φίας ἔρως ἐπύρωσεν ὡς ὀνομαστότατον διὰ πολλὴν ἄσκησιν καὶ σωφροσύνην γενέσθαι. οὐ γὰρ μόνον γρηγορῶν πρὸς τὰ τῆς ψυ χῆς ἠγωνίζετο πάθη σιωπῶν καὶ ἡσυχάζων, ἀλλὰ καὶ καθεύδων τὰ τῆς σωφροσύνης καὶ ἐγκρατείας ἐδήλου σημεῖα. εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη συνέ χειν, ὑπεμφαίνων ὡς πολλῷ μεῖζόν ἐστιν ἡ ἀγωνία τῆς γλώττης καὶ πλείονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. καὶ τὸν Χείρωνα δὲ Κένταυρον ἱστοροῦσιν Ἕλληνες δικαιοσύνης καὶ ἁγνείας γενέ σθαι διδάσκαλον, ὡς καὶ Ὅμηρος μαρτυρεῖ τοῦτον δικαιότατον πεφηνέναι Κενταύρων, διὰ πολλὴν δήπουθεν καρτερίαν καὶ ἐγκρά τειαν καὶ σώματος δουλαγωγίαν καὶ σύμμετρον ἐπιμέλειαν. ὅθεν δὴ Πλάτων ἐναργῶς αὖθις ἐκδιδάσκων φησίν "ἐπιμελεῖσθαι δὲ σώματος ψυχῆς ἕνεκα ἁρμονίας," δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν, καὶ καταγγέλλειν τῆς ἀληθείας τὸ κήρυγμα. τοῦτο καὶ ὁ θεῖος ἔφη Παῦλος, "ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ," τουτέστι πρὸς ἄσκησιν καὶ σύστασιν αὐτὸ μετ' ἐπιστήμης καὶ φρο νήσεως γυμνάζω, καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλγειαν προνοούμενος. συμπεφώνηκε τοίνυν καὶ τούτοις ὁ Πλάτων εὖ μάλα τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν καὶ δέουσαν ἐπιμέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος. ὑπέδειξέ τε πά 1.359 λιν καὶ διεσάφησεν ὅπως ἄρχεται καὶ αὔξεται τῆς φαύλης ἐπιθυ μίας καὶ κακίστης συνηθείας τὸ πάθος, φάσκων οὕτως "ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια." διὸ καὶ Σωκράτης τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν εὐμόρφων ὡς χαλεπώτερον σκορπίων καὶ ὄφεων ἰὸν ἐνιέναι πεφυκότα ἀποφεύγειν ἐδίδασκεν. ὅθεν ἰδών τινα νέον φιλήσαντα εὔοπτον "οὗτος" ἔφη "ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσῃ καὶ εἰς πῦρ ἐμπέσῃ," ὁ τοσαύτην