131
δηλονότι πυρὰν ἐν ἑαυτῷ κατα τολμήσας ἀνάψαι. ∆ιογένης δὲ θεασάμενος μειράκιον ἀσελγέ στερον ἢ κατ' ἄνδρα κεκοσμημένον εἶπεν "εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς." θηρῶσι διὰ τοῦ καλ λωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας, αἱ δὲ γυναῖκες καὶ οἱ ἀν δρόγυνοι τοὺς ἄνδρας. καὶ μέντοι καὶ Ἀγησίλαος εὐμόρφου ἤρα παιδός, καὶ βουλόμενος αὐτὸν φιλῆσαι διεκώλυεν ἑαυτόν, φεύγων τὴν βλάβην. ὁ δὲ Ἀλέξανδρος οὐδὲ ἰδεῖν τὰς ∆αρείου θυγατέρας εὐειδεῖς ἄγαν καὶ παρθένους οὔσας ἠνέσχετο παντελῶς, αἰσχρὸν νομίσας τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. οὕτω δὲ καὶ Κῦρος ὁ Περσῶν βασιλεὺς οὐδὲ θεάσασθαι κόρην τινὰ θαυ μασίαν ἀφορισθεῖσαν αὐτῷ καὶ ἀμήχανον κάλλος ἔχειν μαρτυρου μένην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἐκ τούτου δεινὸν πάσχειν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο μήτε πράττειν. "τὸ μὲν γὰρ πῦρ" φησί "τοὺς πλησίον πάντῃ ἑστῶτας καίει, τὸ δὲ κάλλος καὶ τοὺς πόρρωθεν ἑστῶτας." ἐπεὶ οὖν τὸ ἐρᾶν ἐκ τοῦ ὁρᾶν τίκτεται καὶ ἐκ τοῦ ἐρᾶν ἡ συγκατάθεσις γίνεται 1.360 καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις ἐπιτελεῖται, διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνην ἀλλὰ καὶ τὴν ἔννοιαν προαναστέλλων. καὶ ὁ Σω κράτης δὲ πάλιν φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη μὴ πεινῶντας λίαν μὴ ἐσθίειν, μηδὲ δι ψῶντας πολλὰ μὴ πίνειν· καὶ γὰρ ὁ κύριος ἐμακάρισε τοὺς τοιού τους ἐν τοῖς μακαρισμοῖς.
Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ, ἔτη ιδʹ. περὶ οὗ λόγιον ἦν "ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει·" κατήγετο γὰρ ἐκ τῆς γενεᾶς Αἰνείου καὶ Ῥωμύλου καὶ Αὐγούστου. οὗτος κραταιουμένης αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίους πράξεις ἐξώ κειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πρὸς τούτοις ἐν πάσαις αὐτοῦ ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας προσέθηκε μύσος, διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ' αὐτοῦ μηνυθείσης αὐτῷ, εἰς ἄκρον μανίας ἐλθὼν ἀνεῖλε τὴν μητέρα αὐτοῦ καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους, τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος. Mετὰ δὲ τὸ ἀνελεῖν τὴν γυναῖκα ἔγημεν εὐνοῦχον. οὗτος ἀνεῖλε τοὺς κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον καὶ πολλοὺς ἑτέρους μάρτυρας. ἐφ' οὗ καὶ Ἰουδαῖοι τὸν ἀδελφόθεον Ἰάκωβον ἀπέκτειναν, ὃς ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς οἶνον καὶ σίκερα 1.361 οὐκ ἔπιεν, ἔμψυχον οὐκ ἔφαγε πώποτε, ξυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἐλαίῳ οὐκ ἠλείψατο, βαλανείῳ οὐκ ἐχρήσατο. οὗτος ἐπὶ τοῦ κυρίου ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατέστη, τὰ δὲ γόνατα αὐτοῦ ἦσαν ἀπεσκληκότα ὡς καμήλου ἐκ τοῦ ἀεὶ κάμπτειν ἑαυτὸν καὶ τῷ θεῷ προσκυνεῖν. ὅθεν διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ καὶ θαυμαστῆς πολιτείας ἐκα λεῖτο δίκαιος καὶ ὀβλίας, ὅ ἐστι περιοχὴ λαοῦ καὶ δικαιοσύνη. ἐπεὶ οὖν αἰδέσιμος καὶ σεβάσμιος καὶ σφόδρα περιβόητος ὑπῆρχεν ὁ ἰσάγγελος Ἰάκωβος, ἑορτῆς γενομένης τοῦ πάσχα καὶ πολλῶν μυριάδων συνελθόντων τῶν Ἰουδαίων τοῦτον ἀνενέγκαντες οἱ γραμματεῖς καὶ ἱερεῖς ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, διασκεδάσαι βουλόμενοι τὸ κήρυγμα τοῦ Χριστοῦ, εἶπον μεγάλῃ τῇ φωνῇ "ἀξιοῦμεν σέ, δίκαιε, εἰπεῖν τῷ λαῷ, ἵνα μὴ πλανῶνται ὀπίσω τοῦ λεγομένου Χριστοῦ. σοὶ γὰρ πάντες πειθόμεθα, γινώσκον τές σε δίκαιον καὶ ἀπροσωπόληπτον. εἰπὲ ἡμῖν τίς ἐστιν ἡ θύρα τοῦ Ἰησοῦ." ὁ δὲ ἀποκριθεὶς ἔφη "τί με ἐπερωτᾶτε περὶ τοῦ Χριστοῦ; καὶ αὐτὸς καθέζεται ἐν δεξιᾷ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ, καὶ αὐτὸς μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἀπο δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ." πολλοὶ γοῦν πληρο φορηθέντες ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου ἔκραξαν λέγοντες "ὡσαννὰ τῷ υἱῷ ∆αβίδ." ἀκούσαντες δὲ ταῦτα οἱ παράνομοι ἀρχιερεῖς καὶ Φαρισαῖοι ἔκραξαν "ὢ ὤ, καὶ ὁ δίκαιος πεπλάνη