132
ται," καὶ μανέντες ἔρριψαν αὐτὸν κάτω. πεσὼν δὲ οὐκ ἀπέθανε, 1.362 καὶ ἤρξαντο λιθάζειν αὐτόν· ὁ δὲ θεὶς τὰ γόνατα προσηύχετο λέ γων "παρακαλῶ σε, θεὲ πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί πράττουσιν." εἷς δὲ τῶν υἱῶν Ῥιχὰβ ἔκραξε λέγων "παύσασθε, τί ποιεῖτε; ὁ δίκαιος μᾶλλον ὑπὲρ ἡμῶν εὔχεται." καὶ δραμών τις κναφεὺς ἔδωκεν εἰς τὴν κεφαλὴν αὐτοῦ μετὰ ξύλου κναφικοῦ, καὶ ἐθανάτωσεν αὐτόν. θάψαντες δὲ αὐτὸν περὶ τῷ ναῷ ἀνήγει ραν τὴν στήλην αὐτοῦ. μετὰ δὲ μαρτύριον αὐτοῦ παρὰ πόδας πολιορκεῖται Ἱερουσαλήμ· φησὶ γὰρ Ἰώσηπος "ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον ὄντα Ἰουδαῖοι ἀπέκτειναν." Ἐπὶ τούτου τοῦ Νέρωνος Σίμων ὁ μάγος ἐλθὼν ἐν Ῥώμῃ, καὶ πολλὰ σημεῖα διὰ γοητείας ἐπιτελῶν, ἑαυτὸν θεὸν ὠνόμαζε. τοῦ μεγάλου δὲ ἀποστόλου Πέτρου τότε τὴν Ῥώμην καταλαβόντος καὶ πρὸς τὸν μάγον ἀπελθόντος, εὗρε κύνα παμμεγέθη δεδεμένον ἁλύσει ἐν τῷ πυλῶνι, ὃν ὁ Σίμων δεσμήσας δι' αὐτοῦ ἐκώλυε πάντας οὓς οὐκ ἤθελε πρὸς αὐτὸν εἰσιέναι· καὶ τοῦτο ἦν πρῶτον θαῦμα τῷ μέλλοντι πρὸς Σίμωνα εἰσέρχεσθαι. ὁ δὲ Πέτρος ἰδὼν τὸν κύνα οὕτω μέγαν καὶ ἀπηγριωμένον, καὶ μαθὼν ὅτι πολλοὺς ἀνεῖλεν ἐπιχειρήσαντας εἰσελθεῖν πρὸ τῆς ἐπιτροπῆς Σίμωνος, κρατήσας ἔλυσεν αὐτὸν λέγων "εἴσελθε πρὸς Σίμωνα, καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ, Πέτρος ὁ δοῦλος Χριστοῦ εἰσελθεῖν πρὸς σὲ θέλει." καὶ τοῦ κυνὸς εὐθὺς δρόμῳ εἰσελθόντος καὶ οὕτω 1.363 λαλήσαντος κατεπλάγησαν οἱ μετὰ Σίμωνος, λέγοντες "τίς ἐστι Πέτρος, καὶ τίς ἡ τοσαύτη δύναμις αὐτοῦ;" πρὸς οὕς φησιν ὁ Σίμων "τοῦτο ὑμᾶς μὴ ξενιζέτω, ὅπερ κἀγὼ ποιήσω." καὶ προσέταξε τῷ κυνὶ ἀνθρωπίνῃ φωνῇ εἰπεῖν τῷ Πέτρῳ εἰσελθεῖν. καὶ τοῦτο ποιήσαντος πάλιν τοῦ κυνὸς εἰσῆλθε Πέτρος πρὸς Σί μωνα, καὶ συμβαλὼν μετὰ τοῦ Σίμωνος εἰς θαυματουργίαν ἐνί κησε Πέτρος ἰάσεις ποιῶν, καὶ πολλοὶ πιστεύσαντες ἐβαπτίσθη σαν. καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ πολλὴ καὶ σύγχυσις ἔναντι Πέτρου καὶ Σίμωνος, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαύματα. ἅπερ ἀνήνεγκεν ὁ ἔπαρχος τῷ Νέρωνι. οὓς κελεύσας ὁ Νέρων ἀχθῆναι ἐνώπιον αὐτοῦ λέγει πρὸς Σίμωνα "σὺ εἶ ὃν λέγουσι Χριστόν;" ὁ δέ φησιν "ἐγώ εἰμι." ὁμοίως δὲ καὶ τὸν Πέτρον ἐπερωτήσαντος εἰ ἀληθῶς οὗτός ἐστιν ὁ Χριστός, ἀπεκρίθη Πέ τρος "οὐκ ἔστιν οὗτος· μὴ γένοιτο. ἐγὼ γὰρ ἐκείνου εἰμὶ μαθη τὴς τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ εἰς τοὺς οὐρανοὺς ἀνα ληφθέντος." ὁ δὲ Νέρων ὡς τερατολόγους καὶ ἀμφοτέρους ἐκ προσώπου αὐτοῦ θᾶττον ἐξήλασεν. οἳ καὶ διάγοντες ἐν Ῥώμῃ ἐποίουν θαύματα κατέναντι ἀλλήλων. μιᾷ γοῦν τῶν ἡμερῶν προστάξαντος τοῦ Σίμωνος ἀχθῆναι αὐτῷ ταῦρον παμμεγέθη ἐλά λησεν εἰς τὸ οὖς αὐτοῦ, καὶ παρευθὺ τέθνηκεν ὁ ταῦρος. ὁ δὲ Πέτρος εὐξάμενος ἤγειρεν αὐτόν. οἱ δὲ λαοὶ ἰδόντες ἐθαύμασαν λέγοντες "ἀληθῶς τὸ ζωογονῆσαι ὑπὲρ τὸ θανατῶσαι μεῖζον θαῦμα ἐστί." καὶ μέντοι καὶ ἄλλα σημεῖα ἐποίησαν πολλά, οὐ μόνον ἐν Ῥώμῃ ἀλλὰ καὶ ἐν Συρίᾳ πρότερον, ἅτινα Κλήμης ὁ 1.364 Ῥωμαῖος καὶ πάνσοφος μαθητὴς Πέτρου καὶ συνέκδημος διηγή σατο, ἀφ' ὧν ὀλίγα συντάξομεν ἐνταῦθα. Τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου διδάσκοντος τὸν λαὸν σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐπὶ πάντων μόνον ἀληθινὸν θεόν, ὁ Σίμων ἔξω τοῦ ὄχλου ἑστὼς ἐβόησε "τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτοὺς θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ' Ἑβραίοις βιβλίων λεγόντων πολλοὺς θεοὺς εἶναι; πλὴν οὖν περὶ οὗ ἔφης θεοῦ, εἰ δείξω ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνωτάτω καὶ παντοδύναμον θεόν, καθὸ ἀπρό γνωστός ἐστι καὶ ἀτελὴς καὶ ἐνδεὴς καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς ὑποκείμενος πάθεσι κατὰ τὴν ὑμετέραν γραφήν, ἕτερος πάντως περιλείπεται προγνωστικὸς τέλειος ἀνενδεὴς ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλλαγμένος· ὃν δὲ σὺ φῂς δημιουργὸν καὶ ὑπέρθεον, τοῖς ἐναντίοις ἀντικείμενος ὑπάρχει. αὐτίκα γοῦν ὁ καθ' ὁμοίω σιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ