133
γνῶσιν ἀγαθοῦ ἢ κακοῦ μὴ ἔχων, παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ καταδικάζεται. ὁμοίως τε ὁ πλάσας αὐτόν, ἐπειδὴ μὴ πανταχοῦ βλέπει, ἐπὶ τῇ τῶν Σοδόμων κατα στροφῇ λέγει «καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ» καὶ ἑαυτὸν ἀγνοοῦντα δείκνυσι. καὶ τὸ εἰπεῖν περὶ τοῦ Ἀδὰμ «ἐκβάλωμεν αὐτόν, μήποτε ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς 1.365 ζωῆς, καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα» ἀγνοοῦντος καὶ φθο νοῦντός ἐστι σύμβολον. ὥσπερ καὶ τὸ «ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον» μεταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόντων. καὶ τὸ «ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας» ἐν δεοῦς ἐστὶ σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἀβραὰμ καὶ ἄλλους οὐκ ἀγαθοῦ ἐστὶν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς προει δότος." ὁ δὲ Πέτρος ἔφη πρὸς τὸν Σίμωνα "εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδάμ, ὡς λέγεις, πῶς ἐντελλόμενος αὐτῷ ὁ θεὸς ἔλεγε δει κνύων, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε;" καὶ ὁ Σίμων φησί "τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ." καὶ ὁ Πέτρος εἶπε "πῶς καὶ τὸν νοῦν τυφλὸς ἦν ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ προσφόρως πᾶσι τοῖς ζῴοις ἐπιθεὶς ὀνόματα; ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμοὺς εἶχον ἀνεῳγμέ νους καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὖα, δῆλον ἐντεῦθεν· «εἶδε» γάρ φησιν «ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρε στὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι, καὶ λα βοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς.» εἰ γοῦν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν καρπὸν ἔφαγον, εὔ δηλον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως γνῶσιν μὲν εἶχον κα λοῦ τε καὶ κακοῦ, ὄψιν τε ὀξυδερκεστάτην ὁρᾶν ἕκαστα δυναμέ νην. οὐκοῦν οὐχ ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παράβασιν ἀνα βλεψάντων εἴρηται τὸ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί (δεί κνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφην)· ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, ὃ καὶ τὴν 1.366 γνῶσιν ἀδιάφορον παρέσχεν, ἐρρήθη ὅτι διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. πέφυκε γὰρ ὁ ὀφθαλμὸς ὑπὸ τοῦ λογισμοῦ διεγεί ρεσθαι πρὸς ἃ βλέπει, διότι σύνεσιν αὐτὸς καθ' ἑαυτὸν οὐκ ἔχει, κἀντεῦθεν πολλάκις πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης τυφλοῦ δίκην ἔσθ' ὅτε παρερχόμεθα καὶ τὸν πάνυ γνώριμον, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα. οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὖα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν. τὸ γὰρ «διηνοίχθησαν οἱ ὀφθαλ μοί» καὶ «ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν» ἀποκάλυψιν δηλοῖ τὴν ἐγγε νομένην τῷ λογισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ γραφή· παρευθὺ γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται." καὶ ὁ Σίμων φησίν "εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυναικὸς ἀπάτην;" καὶ ὁ Πέτρος "εἰ πρόγνωσιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις, ἅμα τῷ γεννη θῆναι, ἐπέθηκεν ὀνόματα; τὸν γὰρ πρωτότοκον ὠνόμασε Κάϊν, ὅ ἐστι ζῆλος· ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ' αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθη σαν οἱ γονεῖς. εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ καὶ ποίημα πρόγνωσιν εἶχε, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. ὅτι γὰρ ὄντως προγινώσκει ὁ θεός, φησὶ πρὸς τὸν Ἀβραάμ «γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώ 1.367 σουσιν αὐτὸ ἔτη υʹ. τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἐπελεύσῃ πρὸς τοὺς πατέρας σου, μετ' εἰρήνης τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε.» τί δέ; οὐχὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ πρὸς τὸν Χριστὸν καὶ τὴν εἰς τὰ ἔθνη δια σπορὰν αὐτοῦ προεδήλωσαν; εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆ ται ἐκ τῆς τοῦ θεοῦ χάριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας θεὸς οὐ