134
προγινώσκει τὰ ἐσόμενα; ὥστε οὖν οἰκονομικῶς εἴρηται τὸ ἐνεθυμήθη, τουτέστι μετεμελήθη, καὶ τὸ καταβὰς ὄψομαι. καὶ μέν γε τὸ ἐπείραζε τὸν Ἀβραάμ, καὶ ὠσφράνθη κύριος, καὶ ὅσα τοιαῦτα, συγκαταβατικῶς διὰ τὴν ἡμετέραν ἀσθένειαν λέλεκται, ἐπεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέγε ται, διὰ τοῦ προφήτου ∆αβὶδ ὑπεμφαίνει λέγων «μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι.» ὅθεν ὁ ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς καὶ ἐπ' ἐσχάτων ἐκ τῆς παρθένου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθεὶς ταῦτα καὶ τὰ τοιαῦτα ὥσπερ διερμη νεύων τοῖς ἀγνοοῦσιν, ὅτι ὁ θεὸς καὶ πατὴρ πάντα προγινώσκει, ἔλεγεν «οἶδε γὰρ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων, πρὶν αὐτὸν αἰτῆσαι ὑμᾶς.» καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει ἔφασκε «προσεύχεσθε ἐν τῷ κρυπτῷ, καὶ ὁ πα τὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ἐν τῷ φανερῷ.» καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι ἐπέπληττε λέγων «εἰ οὖν 1.368 ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν ὀρέγεσθαι διη γόρευσεν «ὁ θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας.» καὶ τοῖς ὑπολαμβάνουσι κακὸν αὐτὸν εἶναι παραινῶν ἐβόα «γίνεσθε οἰκτίρμονες ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος.» διὰ δὲ τοὺς ἀπατωμένους πολ λοὺς θεοὺς ὑπάρχειν ἔφη «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν,» καὶ «ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» καὶ μέντοι πρὸς τὸν ἐπερωτήσαντα γραμματέα ποία ἐστὶ πρώτη πασῶν ἐντολῶν, ἀπε κρίθη «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστί.»"
Ὁ δὲ Σίμων συνιδὼν ὅτι ὁ Πέτρος αὐτὸν συνάγει ταῖς γρα φαῖς εἰς τὸν περὶ θεοῦ λόγον, ἐξετασμὸν γενέσθαι μὴ θελήσας ἀνεχώρησε μετὰ πολλῆς αἰσχύνης καὶ ἥττης. ἦν γὰρ ὁ ἐξάγιστος πολύπειρος μὲν ἐν ταῖς διαβολικαῖς ἐνεργείαις, ἄπειρος δὲ ἐν ταῖς πνευματικαῖς διδασκαλίαις. καὶ γὰρ οὕτως ἐξησκημένος ἦν ἐν ταῖς μαγείαις καὶ μεθοδείαις τοῦ Σατᾶν ὡς οὐκ ἄλλος τις τῶν πρὸ αὐτοῦ σχεδὸν περὶ ταῖς διαβολικαῖς ἐπινοίαις καὶ κακουργίαις διαβεβοημένων. ἀνδριάντας γὰρ ἐποίει περιπατεῖν, εἰς πῦρ κυ λιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο, ἐκ λίθων ἄρτους ἐποίει, δράκων ἐγίνετο, εἰς χρυσὸν μετεβάλλετο, καὶ εἰς ὄφεις καὶ ἕτερα ζῷα μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο, θύρας κεκλεισμένας καὶ μεμοχλευμένας ἤνοιγε, σιδηρᾶ δεσμὰ διέλυεν, ἐν δείπνοις εἴδωλα 1.369 παντοδαπῶν ἰδεῶν παρίστα, τὰ ἐν οἰκίᾳ σκεύη αὐτομάτως φέρε σθαι πρὸς ὑπηρεσίαν ἐποίει τῶν φερόντων οὐχ ὁρωμένων, σκιὰς πολλὰς προηγεῖσθαι αὐτοῦ παρεσκεύαζεν, ἅσπερ ψυχὰς τῶν τεθνεώτων ἔφασκεν εἶναι. πολλῶν δὲ γόητα καὶ πλάνον αὐτὸν ἐλέγχειν πειρωμένων, διαλλάξας πρὸς ἑαυτόν, ἔπειτα προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς διαφόρως δυσιάτοις νό σοις καὶ δαίμοσιν ὑπέβαλε. καὶ ἄλλα πλεῖστα εἰργάσατο καθυπ ουργούντων αὐτῷ τῶν δαιμόνων. καὶ γοῦν ποτὲ ζητούμενος ὑπὸ τοῦ Καίσαρος ὡς πλάνος ἀπέδρα, τὴν μορφὴν αὑτοῦ περιθεὶς Φαύστῳ μαθητῇ Πέτρου. καὶ οὗτος ἐπανελθὼν πρὸς τὸν Πέτρον ἐδιώκετο ὑπὸ πάντων διὰ τὴν ἀνόσιον ἰδέαν ἣν περιέκειτο. ἐμβλέ ψας δὲ ὁ Πέτρος εἰς αὐτόν, καὶ ἰδὼν λυπούμενον καὶ δακρύοντα, ἔφη "ὑπὸ Σίμωνος, ὦ Φαῦστε, τοῦ μάγου ἡ παραλλαγὴ τῆς μορφῆς σου γέγονε· ζητούμενος γὰρ ὑπὸ Καίσαρος φοβηθεὶς ἔφυγε, τὴν ἑαυτοῦ σοι μορφὴν περιθείς, ἵνα σοῦ συσχεθέντος καὶ ἀναιρεθέντος λύπην μεγάλην καὶ θλῖψιν ἡμῖν προξενήσῃ. ἀλλ' ὁ θεὸς τῆς τοῦ λαοπλάνου καὶ ἐχθροῦ τῆς ἀληθείας Σίμωνος ἀπαλλάξας σε μορφῆς τὴν προτέραν καὶ ἰδίαν σοι παρέξει τάχιον." ὅπερ δὴ καὶ σὺν τῷ λόγῳ γέγονε, πάντων ἡμῶν θεωρούντων. ταῦτα μέντοι καὶ ἕτερα τοιαῦτα γεγράφηκεν, ὡς ἔφην, Κλήμης λεχθῆναι καὶ πραχθῆναι ἐν Συρίᾳ. Ἐν δὲ τῇ Ῥώμῃ, μετὰ τὸ ἐκβληθῆναι αὐτοὺς ἀπὸ προσώ που Νέρωνος, ὡς