135
προείρηται, εἶπε Σίμων τῷ Πέτρῳ "ἔφης ὅτι 1.370 Χριστὸς ὁ θεός σου ἀνελήφθη· ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι." καὶ ἰδὼν αὐτὸν Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης, ηὔξατο, καὶ εὐθὺς πεσὼν ὁ Σίμων καὶ συντριβεὶς ἀπέθανεν. ὁ δὲ τόπος ἔκτοτε, ὁ δεξάμενος αὐτοῦ τὸ βέβηλον καὶ παμμίαρον σῶμα, ἐκλήθη Σιμώνιον. περὶ οὗ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ μέγας ἀπόστολος Πέτρος οὕτω φάσκει "ἡ δὲ καταρχὴ τῶν νέων αἱρέσεων γέγονεν ἀπὸ Σίμωνος τοῦ μάγου, ὃς καὶ ἐν Συρίᾳ πολλὰ διαπραξάμενος ἄτοπα καὶ ἐν Ῥώμῃ γενόμενος πολὺ τὴν ἐκκλησίαν ἔσκυλε διὰ μαγείας καὶ δια βολικῆς ἐνεργείας καὶ ἐμπειρίας. ἐν μὲν γὰρ Καισαρείᾳ τῇ Στρά τωνος ἐμοὶ Πέτρῳ συντυχὼν ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν τέκνων, Ζακχαρίου τοῦ ποτὲ τελώνου καὶ Βαρνάβα, καὶ Ἀκύλα ἀδελφοῦ Κλήμεντος τοῦ Ῥωμαίου, μαθητεύσαντος δὲ καὶ Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνέργῳ ἐν τῷ εὐαγγελίῳ· καὶ τρίτον ἐπ' αὐτῶν διαλεχθεὶς αὐτῷ ἐκ τῶν διὰ τῶν προφητῶν λόγων καὶ περὶ θεοῦ μοναρχίας, ἥττησα αὐτὸν δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς ἀφωνίαν κατέβαλον, φυγάδα τε αὐτὸν εἰς Ἰταλίαν κατέστησα. γενόμενος δέ, ὡς ἔφην, ἐν Ῥώμῃ πολὺ τὴν ἐκκλησίαν ἐτάραξε, πολλὰ ἀνα τρέπων καὶ ἑαυτῷ περιποιούμενος, τὰ δὲ ἔθνη ἐξιστάνων μαγικῇ τέχνῃ καὶ δαιμόνων ἐνεργείᾳ. ὃς καί ποτε μεσούσης ἡμέρας προελ θὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι' ἀέρος ἀναπτῆναι, πάντων θαυμαζόντων ἐπὶ τούτῳ. ἐγὼ δὲ Πέτρος καθ' ἑαυτὸν ηὐχόμην. 1.371 καὶ δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος εἰς τὸν ἀέρα, λέγων εἰς τοὺς οὐρανοὺς ἀνιέναι κἀκεῖθεν τοῖς λαοῖς τὰ ἀγαθὰ ἐπιχορηγήσειν. τῶν δὲ δαιμόνων ἐπευφημούντων αὐτὸν ὡς θεόν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς ὕψος ἱκέτευον τὸν θεὸν καταρράξαι τὸν λυμεῶνα. ἀτενίσας οὖν εἶπον τῷ Σίμωνι «εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγώ, καὶ οὐχὶ πλάνος ὥσπερ σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναί σε τῆς κρατήσεως.» καὶ ταῦτα εἰπόντος μου κατηνέχθη μετ' ἤχου πολλοῦ καὶ συνετρίβη· καὶ τοῦ ὄχλου βοήσαντος «εἷς θεὸς ὃν Πέτρος καταγγέλλει,» οὕτως ἡ πρώτη κατελύθη τῶν Σιμωνιανῶν αἵρεσις ἐν Ῥώμῃ, καὶ τέλεον ἀπέσβη. διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνου τοῦ σαββάτου ἐπίσημον ἄγουσι Ῥωμαῖοι."
Ὁ μέντοι Νέρων ἀκούσας ὅτι πεφόνευται Σίμων ὑπὸ τοῦ Πέτρου, καὶ ἀγανακτήσας, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ Πέτρος παρακαλέσας τὸν ἔπαρχον ἵνα μὴ σταυρωθῇ ὄρθιος ὡς ὁ κύριος, κατὰ κεφαλῆς ἐσταυρώθη. μετὰ δέ γε τὴν Πέτρου τε λευτήν, ὥς φησιν Εὐσέβιος, Παῦλος ὁ ἀπόστολος κατὰ μὲν τὴν πρώτην ἀπολογίαν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας δέσμιος, ἀπολογη σάμενος Νέρωνι ἐπὶ τὴν διακονίαν τοῦ κηρύγματος ἐστάλη. κἀν τεῦθεν, ὡς ἔοικε, τὰς τῶν ἀποστόλων πράξεις ἐπ' ἐκεῖνον τὸν χρόνον Λουκᾶς ἔγραψε, μέχρις ὅτε συνῆν τῷ Παύλῳ· καθ' ὃν δὲ καιρὸν ἐμαρτύρησεν, οὐ συμπαρῆν αὐτῷ, τοῦ ἀποστόλου σα φῶς τοῦτο λέγοντος ὅτι οὐδείς μοι ἐν τῇ πρώτῃ ἀπολογίᾳ συμ 1.372 παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογισθείη. τὴν δὲ πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν κατεχόμενος ἔγραψεν, ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτοῦ ἀπολογίαν πρὸς Νέρωνα. ὃν καὶ λέοντα διὰ τὸ ἀπάνθρωπον καὶ θηριῶδες τοῦ τρόπου καλῶς ὠνόμασε. καὶ τὴν παρὰ πόδας τελείωσιν ἐπάγει φάσκων "ἐρρύ σθην ἐκ στόματος λέοντος· ἀλλὰ καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον," ὑπεμφαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέ στερον ἐν τῇ αὐτῇ ἐπιστολῇ προσαγορεύει λέγων "ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν." ἀπο λογησάμενος τοίνυν τὴν πρώτην ἀπολογίαν καὶ αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν στειλάμενος, εἶτα πάλιν τὸ δεύτερον ἐπιβὰς τῇ Ῥώμῃ δέσμιος καὶ ὡσαύτως Νέρωνι παραδοθεὶς τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο, μηνὶ Ἰουνίῳ κθʹ, καθ' ἣν ἡμέραν καὶ Πέτρος