137
ὅσοι ἀνῃροῦντο. λιμοῦ δὲ τότε τὴν πόλιν ἀφο ρήτου κατακρατοῦντος, ἦν ἰδεῖν πολλῷ χείρω τῶν πολεμίων τοὺς ἔνδον δρῶντας στασιαστάς· εἴ που γὰρ θύραν εἶδον κεκλεισμένην, κατακλῶντες εἰσεπήδων καὶ ἐκ τῶν φαρύγγων διηρπάζοντο τὸν ψωμόν. τούτου δὴ ἕνεκα καὶ γέροντας ἐβασάνιζον καὶ γύναια ἐσπάραττον καὶ νήπια ἤρασσον εἰς γῆν. ὀρόβοις δὲ τοὺς πόρους τῶν αἰδοίων ἐμφράττοντες, καὶ ῥάβδοις ὀξείαις τὰς ἕδρας τῶν ἀθλίων διαπερονῶντες, οὕτως ἠνάγκαζον δράκα μίαν ἀλφίτου μηνῦσαι κεκρυμμένην. καὶ χόρτου μὲν σπαράγματα διεμασῶντο, μητέρες δὲ τῶν νηπίων ταῖς ἑαυτῶν χερσὶ τῷ λιμῷ μαραινομένων ὑπερεώρων, καὶ τῶν πρὸ τῶν ὀφθαλμῶν αὐτῶν θνησκόντων καὶ τῇ ἐνδείᾳ καταφθειρομένων παρελογίζοντο. πᾶσα δὲ οἰκία νεκρῶν πληρουμένη καὶ ἐπόζουσα ἀργαλέον ἐνέσκηψε λοιμόν. καὶ πλείους ὁ λιμὸς ἢ ὁ πόλεμος ἀνάλωσε· τί γὰρ παρελείφθη μὴ βρωθέν; τότε καὶ γυνή τις εὐγενὴς καὶ πλουσία, τοὔνομα Μαρία, ἐκ τῆς χώρας καταφυγοῦσα πρὸς τὴν πόλιν, ἐπειδὴ πᾶσαν αὐτῆς ὑπὸ τῶν στασιαστῶν ἀφῃρέθη τὴν περιουσίαν, ὑπομάζιον ἔχουσα τέκνον τοῦτο καταθύει· καὶ ὀπτήσασα τὸ ἥμισυ μὲν ἔφαγε, τὸ 1.376 ἥμισυ δὲ καταλείψασα ἐτήρει. οἱ δὲ τῆς κνίσσης αἰσθόμενοι καὶ εἰσπηδήσαντες ἀνελεῖν ἠπείλουν, εἰ μὴ ἐπιδείξειε τὸ μέρος. ἡ δὲ τοῦ παιδαρίου τὰ λείψανα προαγαγοῦσα "τοῦτο" ἔφη "τὸ ἐμόν ποτε γνήσιον τέκνον, νῦν δὲ πανάθλιον, φάγετε καὶ ὑμεῖς, ὅτι κἀγὼ βέβρωκα, καὶ μὴ γένησθε ἐμοῦ τῆς αὐτὸ γεννησαμένης συμ παθέστεροι· εἰ δὲ ἀποστρέφεσθε, τὸ λοιπὸν ἐμοὶ καταλείψατε." οἱ δὲ οὕτως ἰδόντες καὶ ἀκούσαντες, τὰς αὐτῶν ὄψεις τύψαντες, τρέμοντες ἐξῆλθον. οὕτω τὸ καλῶς ἐκ κοιλίας ἐξελθὸν βρέφος εἰς τὴν αὐτὴν πάλιν κακῶς ὑπέστρεψε γαστέρα. καὶ τοῦτο δὲ τῆς θεηλάτου ὀργῆς σημεῖον ἱστόρηται. καὶ γὰρ πολέμου ἐπὶ τῇ περιοχῇ σφοδρῶς συρρηγνυμένου ἐξάπινα θύελλα σφόδρα μεταξὺ τῶν δύο μερῶν παρεμπεσοῦσα τὰ παρὰ τῶν Ῥωμαίων μὲν ἀφιέ μενα βέλη εὐστόχως ἴθυνεν ἐπ' αὐτούς, τὰ παρὰ Ἰουδαίων δὲ πρὸς αὐτοὺς πεμπόμενα πλάγια παρέσυρεν. ὅθεν τὰς ὄψεις αὐ τῶν οἱ Ῥωμαῖοι ἐκ τῆς θυέλλης ἀμαυρουμένας θεασάμενοι λα θραίως τε ἐπανέβαινον καὶ ἐκτόνως κατέκτεινον αὐτούς. Ἐπὶ δυσὶ δὲ ἔτεσιν ὁ Τῖτος τὴν Ἱερουσαλὴμ παραλαβὼν πᾶσαν αὐτὴν καὶ τὸν ἐν αὐτῇ ναὸν κατῃθάλωσεν ἐν πυρί. τότε ἀληθῶς ἐξωλοθρεύθη χρίσμα καὶ κρῖμα, καὶ ἐν συντελείᾳ ἡ ἐρή μωσις αὐτῆς ἐδόθη, τουτέστι συντετελεσμένην ἀπώλειαν καὶ πλη ρεστάτην ἐρήμωσιν τῆς ἀπειθείας αὐτῶν ἐτρύγησαν καρπόν. καὶ τί μοι τὰ πολλὰ λέγειν; Ἰώσηπος ὁ ἐκεῖνος, φιλαλήθης ὤν, ἱστορεῖ περὶ τούτου τῷ τε πολέμῳ καὶ τῇ ἁλώσει ἐκεῖσε συνών. τούτῳ τις ἐντυχὼν εἴσεται σαφέστερον. ὃς τὸν μὲν λαὸν εἰς τριακοσίας μυ 1.377 ριάδας ἠριθμῆσθαί φησι σὺν νηπίοις καὶ γυναιξίν, ἄνδρας δὲ ἑκατὸν δέκα μυριάδας ἐν τῷ λιμῷ καὶ τῷ πολέμῳ τῷ πρὸς ἀλλή λους, καὶ ἐν τῷ συγκλεισμῷ ᾧ ἑαυτοὺς ἑκουσίως ἐν ὑπογαίοις τόποις συνέκλεισαν καὶ κατέκτειναν, διεφθορέναι συνεγράψατο. καὶ τοὺς μὲν ἐν ἀκμῇ τῆς ἡλικίας καὶ σώματος κάλλει διαφέροντας τῷ θριάμβῳ Ῥώμης ἀχθῆναι εἰς θηριομαχίαν, τοῦ ἄλλου δὲ πλή θους τοὺς μὲν ὑπὲρ τὰ ιζʹ ἔτη τοὺς μὲν δεσμίους εἰς τὰ κατ' Αἴ γυπτον ἔργα παραπέμπεσθαι, τοὺς πλείστους δὲ εἰς τὰς ἐπαρχίας ὑπερορίζεσθαι φθαρησομένους ἐν θεάτροις καὶ σιδήροις καὶ θη ρίοις· τοὺς ἐντὸς δὲ τῶν ιζʹ ἐτῶν αἰχμαλώτους ἀπάγεσθαι πραθη σομένους διετάξατο· τούτων δὲ μόνων τὸν ἀριθμὸν εἰς θʹ μυριά δας ἀνδρῶν συνθεωρεῖσθαι. Τότε δὴ καὶ λιμὸν κατὰ τὴν Ῥώμην φασὶ γενέσθαι τοιοῦτον ὡς ὑπὲρ μυρίους ἐφ' ἡμέραις πλείοσι καθ' ἡμέραν ἀποθνήσκειν. τότε καὶ κολοσσόν φασι τοὺς Ῥοδίους ἀναστῆσαι στήλην ἐκ χαλκοῦ τῷ ∆ιί, ἑκατὸν εἰκοσιεπτὰ ποδῶν. Μετὰ τὴν τῆς Ἱερουσαλὴμ ἅλωσιν Συμεὼν ὁ τοῦ Κλεόπα τὸν θρόνον Ἱεροσολύμων διαδέχεται. Οὗτος ὁ Νέρων μανίας ἀλόγου πλησθεὶς ἀνεῖλε μὲν τὴν αὐ τοῦ μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γυναῖκα καὶ τοὺς ἐκ γένους αὐτῷ προσήκοντας πάντας καὶ τῶν ἐπισημοτάτων Ῥωμαίων πλεί στους.