138
τῷ καὶ διὰ τὸν αἰσχρὸν καὶ ἀσελγῆ βίον αὐτοῦ τῇ τρα πέζῃ κεραυνὸς ἐπιπίπτει, καὶ εὐθὺς ἐπιτίθενται αὐτῷ τινὲς τῶν 1.378 ἐν τέλει ἀναιρήσοντες. ὁ δὲ παρεκάλει τοὺς συνόντας αὐτῷ ἀνελεῖν αὐτόν. ὡς δὲ οὐδεὶς ἠνέσχετο τοῦτο πρᾶξαι, "ἐγὼ μόνος" ἔφη "οὔτε φίλον ἔχω τὸν σώζοντα οὔτε ἐχθρὸν τὸν ἀναιροῦντά με. ἀποθανεῖν θέλει ἡ ψυχή, καὶ ἡ χεὶρ οὐχ ὑπηρετεῖ." καὶ τελευ ταῖον ἐπειπών "ὦ Ζεῦ, οἷος τεχνίτης κιθαρῳδὸς ἀπόλλυται" ἑαυτὸν ἀνεῖλεν. ἀποθανόντος δὲ αὐτοῦ τινὲς πιλία ὡς ἐλευθε ρούμενοι ἐφόρεσαν. περὶ οὗ καὶ Βάλβιος, περὶ τῆς κατ' αὐτοῦ ἐπιθέσεως, ὡς οἰκεῖος αὐτοῦ ὢν ἐρωτηθεὶς παρὰ Νέρωνος, ὡς καὶ αὐτὸς εἶ κατ' ἐμοῦ; ἔφη "ἐφίλησά σε παντὸς μᾶλλον καὶ ἐμί σησα. ἐφίλησα ἐλπίσας ἀγαθὸν αὐτοκράτορα ἔσεσθαί σε, μισῶ δὲ ὅτι ταῦτα ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε κυνηγῷ οὔτε κι θαρῳδῷ δουλεύειν δύναμαι."
Ἐπὶ Νέρωνος ἐν Ῥώμῃ ὕπατος Λεύκιος Κούϊντος Κικιννά τος ἄριστος ἐδείχθη. τοῦτον ἡ βουλὴ ἔπεμψε τοὺς παραληψομέ νους ἐπὶ τὴν ἀρχήν. ἔτυχε δὲ τηνικαῦτα ἄρουραν ἐργαζόμενος εἰς σποράν, καὶ ἀκολουθῶν τοῖς βουσὶν ἀχίτων, περιζωμάτιον ἔχων καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον. προδραμόντος δέ τινος καὶ κελεύσαν τος ἐπὶ τὸ κοσμιώτερον ἑαυτὸν ποιῆσαι, παρελθὼν εἰς τὴν καλύ βην καὶ ἀμφιασάμενος προῆλθεν. οἱ δὲ ἠσπάσαντό τε αὐτὸν ὡς ὕπατον καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιέθεσαν. ὁ δὲ μικρὸν ἐπισχὼν καὶ δακρύσας "ἄσπορον ἄρα μοι" ἔφη "τὸ χωρίον ἔσται τοῦτον τὸν ἐνιαυτόν, καὶ κινδυνεύσομεν οὐχ ἕξειν πόθεν διατρα φῆναι;" Ὅτι ἡ ἐπωνυμία τοῦ ἐνιαυσιαίου κύκλου, ἡ μὲν ῥωμαΐζουσα 1.379 φωνὴ τὸ μήνυμα σημαίνει· μηνύει γὰρ ἡ ἀρχὴ τὴν περίοδον, καὶ τοῦτο ἐστὶν ἡ ἰνδικτιών. ἡ δὲ Ἑλλὰς φερωνύμως ἔθηκε τὴν ἐπι νέμησιν. οὐ γὰρ εἰς ἀπαράβατον καὶ ὡρισμένον βάρος τὸ πα λαιὸν οἱ φόροι τοῖς ὑπηκόοις ἐτάττοντο, ἀλλ' ἡ τῶν καρπῶν γέ νεσις τὴν σύνταξιν αὐτοῖς ἐφιλανθρωπεύσατο· σπανίζουσαν γὰρ ἠλάφρυνεν, εὐθηνοῦσαν δὲ οὐκ ἐβάρυνε, καὶ διένειμεν ἀλύπως τοῖς φορολογουμένοις τὸ ἀνάλογον, καὶ τότε ὅτε χρεία ἐκάλει. μηδενὸς δὲ ὄντος τοῦ φορολογουμένου οὐδ' ὅλως ὁ φόρος ἐπράτ τετο, ἀλλ' ἐγίνετο κέρδος ὁ πόνος ὅλος τοῖς γεωργήσασι. Γάλβας ἐβασίλευσε μῆνας θʹ ἡμέραις ιγʹ, ἦν δὲ τῶν εὐπα τριδῶν, ὃς εἶχε παραδυναστεύοντα τὸν Ὄθωνα. ὃς καὶ ἰδὼν τὸν Γάλβαν Λούκιον εἰς υἱοθεσίαν παραλαβόντα, φθονήσας καὶ τὸ στράτευμα κατ' αὐτοῦ κινήσας ἀπέκτεινεν αὐτόν. ἀπαιτούμενος δὲ ὁ Ὄθων χρήματα παρὰ τῶν στρατιωτῶν, ἃ ὑπέσχετο αὐτοῖς, ἔφη "οὐ δεῖ αὐτοκράτορα ἀναγκάζεσθαι." Ὄθων ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας ηʹ, ἦν δὲ γένους ἀσή μου. θύων δέ ποτε ἐν τῷ ἱερῷ τὰ τῆς Ἀφροδίτης ᾄσματα τοῖς ἱεροῖς παρέμιξε, καὶ διὰ τοῦτο Οὐϊτελίου αὐτῷ ἐπαναστάντος ξιφιδίῳ ἑαυτὸν διεχειρίσατο εἰπὼν "τί γάρ με ἔδει μακροῖς αὐλοῖς ᾄδειν καὶ αὐλεῖν;" Οὐϊτέλιος ἢ Βιτέλιος ἔτος ἕν, γένους ἐπιφανοῦς ὤν. οὗτος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας ἐντὸς ῥητῆς ἡμέρας πάν τας ἐκχωρῆσαι τῆς Ἰταλίας προσέταξεν. οἳ καὶ πρόγραμμα 1.380 ἔρριψαν, προαγγέλλοντες ἐντὸς ἡμέρας ῥητῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου. ὃ δὴ καὶ γέγονεν· ἐσφάγη γὰρ ὑπὸ στρα τιωτῶν.
Οὐεσπασιανὸς υἱὸς Νέρωνος ἐβασίλευσεν ἔτη δέκα ἡμέ ρας ηʹ. αὐτοκράτωρ δὲ γέγονεν ἐν Παλαιστίνῃ, ἔτι τὰς πόλεις τῶν Ἰουδαίων πολιορκῶν. ὅστις καὶ Ἰώσηπον τὸν συγγραφέα ὑποχείριον ἐποιήσατο. ἀνήχθη δὲ ἐν Ῥώμῃ ἀναγορευθεὶς ὑπὸ τοῦ στρατοῦ βασιλεύς, καταλιπὼν Τῖτον τὸν υἱὸν αὐτοῦ τὴν Πα λαιστίνην πολιορκεῖν. τῷ πρώτῳ ἔτει Οὐεσπασιανοῦ ὁ ναὸς τοῦ Καπιτωλίου ἐνεπρήσθη, καὶ τῷ εʹ ἔτει οἰκοδομεῖσθαι παρ' αὐτοῦ ἤρξατο. Μετ' Οὐεσπασιανὸν Τῖτος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη τρία. οὗτος πολιορκεῖ τὰ Ἱεροσόλυμα, καὶ τὴν πόλιν καὶ τὸν ναὸν ἐμπιπρᾷ, καθὼς Ἰώσηπος ἱστορεῖ. οὗτος ἀπειλαῖς καὶ οὐ τιμωρίαις τοὺς ὑπευθύνους ἐφόβει. βασιλεύοντος γὰρ αὐτοῦ οὐ παρῆλθεν ἡμέρα ἐν ᾗ δῶρόν τι τῶν ὑπηκόων