139
τινὶ ἢ εὐεργεσίαν οὐ παρέσχεν. ἔλεγε γὰρ βασιλέως εἶναι γνώμην τὸ εὐεργετεῖν καὶ ἐν ταῖς αἰτήσεσιν εὐεπήκοον εἶναι. πάντας δὲ τοὺς ἐντυγχάνοντας αὐτῷ αἰτουμένους τι συνετίθετο ὅ τι καὶ βούλοιντο. καί τινος τῶν συνήθων ἐρωτήσαντος "ὅτου χάριν τοῦτο ποιεῖς, πολλάκις μὴ ἐκπληρῶν τὰς ὑποσχέσεις;" "οὐδένα" εἶπεν ὁ Τῖτος "ἀπὸ βασι λέως δεῖ σκυθρωπὸν ἀποπέμπεσθαι." οὗτος ὁ Τῖτος ὥρᾳ θέρους πανήμερον ὁδοιπορήσας καὶ αἱμορραγήσας διὰ τῶν μυκτήρων, ὑπὸ ἡλίου τε φλεχθεὶς καὶ πάνυ λειποθυμήσας, ἔτι ἐμπνέοντος 1.381 αὐτοῦ ἐνέβαλεν ὁ ἀδελφὸς αὐτοῦ ∆ομετιανὸς εἰς λάρνακα ξυλίνην χιόνος γέμουσαν ὡς δῆθεν θεραπεύσων, καὶ ἀπέκτεινεν. ὁ γοῦν θαυμάσιος Τῖτος φιλοσοφώτατος καὶ εὐγλωττότατος καὶ πολεμι κώτατος καὶ μέτριος ἄγαν ὑπάρχων, καὶ ἀγαθοεργίᾳ πολλῇ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φρονήσει κοσμούμενος, ἐκδηλο τέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμπάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ. σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν πυρπολούμενον ὁρῶν ἐδάκρυσε, καὶ τὸν θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ συγγνώμης, δι' οὗ οὐ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ταῦτα γεγόνασιν ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν. ὅθεν δὴ μετὰ τὴν ἅλωσιν πρὸς τοὺς ἀνα κηρύττοντας αὐτὸν νικητὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναρρή σεις, ὡς οὐκ αὐτὸς εἰργάσθαι ταῦτα φήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθυπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. κἀντεῦ θεν τοίνυν διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ταπεινοφροσύνην παγγέρα στος καὶ πανεπέραστος γενόμενος οὕτως ἐτελεύτησε. τοσοῦτος δὲ θρῆνος ἐπὶ τῇ τελευτῇ αὐτοῦ κατέσχε τὴν Ῥώμην ὡς ἐν χρόνῳ πολλῷ τοῦτον ἀπομνημονεύοντες καὶ τὰς ἀρετὰς αὐτοῦ ἀναλογι ζόμενοι δημοσίᾳ καὶ κατ' οἴκους κλαίειν, ὥσπερ οἰκείῳ πάθει κατεχόμενος ἕκαστος. Τῷ δευτέρῳ ἔτει τούτου μέγας ἐμπρησμὸς ἐν Ῥώμῃ ἐγένετο. καὶ τῆς συγκλήτου ψηφισαμένης Τῖτος θεὸς ἀνηγορεύθη. οὗτος ὁ Τῖτος ἐν δυσὶν ἔτεσιν παραλαβὼν τὴν Ἱερουσαλὴμ πᾶσαν ἐνέ 1.382 πρησε καὶ ἠφάνισε, καθὼς εἴρηται, καὶ τὸν ναὸν ἐνέπρησε κατὰ τὴν τοῦ κυρίου προαγόρευσιν. εἰπόντων γὰρ τῶν μαθητῶν περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, ἔφη "ταῦτα πάντα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθή σεται λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. ὅταν δὲ ἴδητε κυ κλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε γνῶτε ὅτι ἤγ γικεν ἡ ἐρήμωσις αὐτῆς. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ἔσται γὰρ ἀνάγκη μεγάλη καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι ῥομ φαίας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη. καὶ Ἱερου σαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. καὶ ἔσται θλῖψις τοιαύτη οἵα οὐ γέγονε πώποτε, οὐδ' οὐ μὴ ἔσται." ταῦτα δὲ πάντα πεπόνθασιν οἱ ἐχθροὶ τῆς ζωῆς αὐτῶν Ἰουδαῖοι, κυριευθέντες ὑπὸ τῶν Ῥωμαίων, ὡς ἀπωσάμενοι Χριστὸν τὸν βασιλέα τοῦ παντὸς καὶ τὴν τῶν Ῥωμαίων βασι λείαν δυσσεβῶς ἐπισπασάμενοι, κράζοντες "οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα" καὶ "τὸ αἷμα Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." διὸ καὶ μέχρι τῆς συντελείας τὴν εἰς τὰ ἔθνη πάντα διασπορὰν καὶ ταλαιπωρίαν ἕξουσιν αὐτῶν τὰ τέκνα, καθά περ τινὲς δραπέται μαστιγίαι, μηδὲν τῶν νομίμων ἐπιτελεῖν δυνά μενοι. ὑποφόρους γὰρ ἔχοντες αὐτοὺς Ῥωμαῖοι οὐκ ἐῶσι τοῖς ἰδίοις κεχρῆσθαι δικαιώμασιν, ἐπειδήπερ ἑκουσίως ἐπεσπάσαντο τὴν δουλείαν, εἰπόντες "οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα" καί "ἐὰν μὴ ἀποκτείνωμεν τὸν Χριστόν, πάντες εἰς αὐτὸν πιστεύσουσι, 1.383 καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος." οἵ γε καὶ ἄκοντες προεφήτευσαν. καὶ γὰρ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ τὴν ἐξουσίαν ὑπὸ Ῥωμαίων ἀφῃρέ θησαν καὶ τὴν λατρείαν, κεκωλυμένοι δέ εἰσι καὶ ἀναιρεῖν οὓς θέλουσι καὶ θύειν ὅτε βούλονται. διὸ καὶ ἐπικατάρατοί εἰσι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα· "ἐπικατάρατος" γάρ φησι "πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις