140
ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά." ἀδύνατον δέ ἐστιν ἐν διασπορᾷ μεταξὺ ἔθνους ὄντας πάντως ἐπιτελεῖν αὐτοὺς τὰ τοῦ νόμου καὶ τὴν λατρείαν ἐν ἑνὶ τόπῳ περιγεγραμμένην, ὡς ἐν λόγῳ κυρίου Μωϋσῆς διετάξατο. Τί οὖν πρὸς ταῦτα φατέ, ὦ Ἰουδαῖοι; καὶ τί τὸ αἴτιον τῶν τοσούτων καὶ τηλικούτων ὑμᾶς κατειληφότων κακῶν; ἆρά γε συνήκατε ὅτι οὐκ εἰς ὁμόδουλον ἀλλ' εἰς θεὸν προσκεκρουκότες εἰκότως ταῦτα πεπόνθατε καὶ ἀσύγγνωστα πάσχετε; Ἠσαΐας γὰρ περὶ ὑμῶν ἐκ προσώπου θεοῦ φησίν "υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. καὶ τί ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. καὶ ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν." ποίας δὲ ἀκάνθας λέγει καὶ ποίαν ἀνομίαν καὶ κραυγήν; ἢ δηλονότι, αἷσπερ ἐστεφανώσατε αὐτὸν ἀνόμως ἐπὶ τοῦ πάθους, κράζοντες "ἆρον, ἆρον, σταύρω 1.384 σον αὐτόν." ὡς καὶ ἐπὶ Ἱερεμίου "ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, καὶ διὰ τοῦτο ἐμίσησα αὐτήν." καὶ Σολομῶν λέγει "ἐξέλθετε, θυ γατέρες Σιών, καὶ ἴδετε ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ." μητέρα μὲν αὐτοῦ κατὰ σάρκα λέγει τὴν τῶν Ἰουδαίων συναγωγήν· "σάρξ μου" γάρ φησιν "ἐξ αὐτῶν." ἡμέρα δὲ νυμφεύσεως αὐτοῦ, καθ' ἣν τὴν ἐξ ἐθνῶν ἐνυμφεύσατο ἐκκλησίαν. ἡ δὲ ματαιόφρων ἐκείνη συνα γωγὴ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ θεῖσα ἐμπαί ζουσα αὐτῷ ἔλεγε "χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων." πρὸς οὓς ἀποτεινόμενος Ἠσαΐας ἐπιπληκτικώτερον ἔφη "ἐν τίνι ἐνετρυφή σατε; καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν, τέκνα ἀπωλείας καὶ σπέρμα ἄνομον;" ὅθεν αὐτὸς ὁ κύριος δι' Ὠσηὲ τοῦ προφή του σχετλιαστικῶς εἶπεν "οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ καὶ πονηρὰ εἰς ἐμὲ ἐλογίσαντο. καὶ διὰ τοῦτο κατεπόθη Ἰσραὴλ καὶ εἰς οὐθὲν ἐγένετο, καὶ ὅτι ὥσπερ σκεῦος ἄχρηστον ἐν τοῖς ἔθνεσιν." καὶ διὰ Ἱερεμίου πά λιν φησί "παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε, καὶ γνώσῃ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ." ὁ δέ γε θεῖος ∆αβίδ, ὥσπερ διαπριόμενος καθ' ὑμῶν, ἐπαρᾶται πρὸς τὸν παροινηθέντα κύριον λέγων "σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐ τῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου 1.385 καταλάβῃ αὐτούς. πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. διασκόρπισον αὐ τοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάβαλε αὐτοὺς ὁ ὑπερασπιστής μου κύριε. καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι. καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς." ἐφ' οἷς δήπουθεν διασπαρέντες ἐνδίκως ἐπιγνώσονται πάντως ὅτι θεός ἐστιν ὁ Χρι στὸς τοῦ πατρὸς αὐτῶν Ἰακώβ. οὕτω γὲ μὴν καὶ ὁ θεόπτης Μωϋσῆς στηλιτεύων ὑμᾶς ὡς βδελυροὺς καὶ ἄφρονας καὶ ἀγνώμο νας ἔφη "τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;" κἀντεῦθεν εἰκότως φησὶν ὁ θεός "εἶπον, διασπερῶ αὐτούς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν." καὶ μέντοι καὶ ὁ κλει νὸς Ἱερεμίας μάλα σαφηνίζων τίς οὗτός ἐστιν ὁ ταῦτα πεπονθὼς ὑφ' ὑμῶν, λέγει "πνεῦμα πρὸ προσώπου ὑμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφοραῖς ὑμῶν, οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ἐν τοῖς ἔθνεσι." τοιαῦτα γοῦν καὶ ὁ Σολομῶν αὖθις ἐκ προσώπου ὑμῶν τῶν θεομάχων διαρρήδην προαγορεύει, φάσκων "ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶ καὶ ἐναν τιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμᾶς ἁμαρτίας νόμῳ καὶ ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει.