141
1.386 ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν, καὶ βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιός ἐστι τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλ λαγμέναι αἱ τρίβοι αὐτοῦ. ὡς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν. μακαρίζει δὲ ἔσχατα δικαίων, καὶ ἀλαζονεύεται πατέρα θεόν. ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ εἰσὶν ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ· εἰ γάρ ἐστι δίκαιος καὶ υἱὸς θεοῦ, ἀντιλήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐ τόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξι κακίαν αὐτοῦ. θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, καὶ ἴδωμεν εἰ ἔσται αὐτῷ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ." ὧν τὴν παρά νοιάν τε καὶ δυσμένειαν εὖ μάλα κερτομῶν ἐπήγαγε "ταῦτα ἐλογί σαντο καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐ τῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ." οὓς δὴ καὶ ὁ θεσπέσιος Ἠσαΐας θρηνῶν συνᾳδόντως λέγει "οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστί." δέδεικται τοίνυν ἐναρ γέστατα ἡ αἰτία τῆς ὑμῶν ἀπὸ θεοῦ ἀλλοτριώσεως καὶ ἐγκαταλεί ψεως καὶ τῆς διηνεκοῦς καὶ ἀπεράντου ταλαιπωρίας, εἴπερ βούλε σθε ἀκούοντες ἐπιγνῶναι. καὶ περὶ μὲν τῆς ἐν Βαβυλῶνι αἰχμα λωσίας ὑμῶν ὡρισμένον χρόνον εἶπον οἱ προφῆται, καὶ μέντοι γε καὶ τὴν ἐπάνοδον καὶ τὴν οἰκοδομὴν τῆς πόλεως προκατήγγειλαν. ἀκούσατε γὰρ Ἱερεμίου πρὸς ὑμᾶς λέγοντος "διὰ τὰς ἁμαρτίας 1.387 ἃς ἡμαρτήκατε κατεναντίον τοῦ θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. εἰσελ θόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη οʹ. μετὰ δὲ τοῦτο ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ' εἰρήνης, λέγει κύριος." καὶ πάλιν "καὶ δου λεύσουσιν ἐν τοῖς ἔθνεσιν ἔτη οʹ, καὶ ἐν τῷ πληρωθῆναι τὰ οʹ ἔτη ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὸν τόπον αὐτοῦ, λέγει κύριος." καὶ περὶ τῆς οἰκοδομῆς τῆς πόλεως Ἠσαΐας ἔφη "οὕτω λέγει κύ ριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει." περὶ ἧς οἰκοδομῆς καὶ Ἀγγαῖος φάσκει "τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐλάλησε κύριος πρός με, λέγων εἶπον δὴ πρὸς Ζοροβάβελ καὶ πρὸς Ἰησοῦν τὸν ἱερέα καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, λέγων τίς ἐξ ὑμῶν ὃς οἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς νῦν βλέπετε αὐτὸν ὡς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; καὶ νῦν κατίσχυε, Ζοροβάβελ καὶ Ἰησοῦ καὶ πᾶς ὁ λαός, καὶ οἰκοδο μήσατε τὸν οἶκον. καὶ εὐδοκήσω ἐν αὐτῷ, καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος." ὥσπερ τοίνυν Σολομῶν τῆς πρώτης οἰκοδομῆς τοῦ ναοῦ γέγονε δομήτωρ, οὕτω Ζοροβάβελ τῆς δευτέρας καὶ ἐσχάτης. φησὶ γὰρ Ζαχαρίας "αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν." εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσε σθαι, εἶπεν ἂν ὁ προφήτης, καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὰ ἔμπροσθεν. τῷ δὲ εἰπεῖν "ὑπὲρ τὴν πρώτην" 1.388 τὴν δευτέραν ἐσχάτην ὑπέφηνε καὶ τελευταίαν. ὡς γὰρ οὐκ ἔστι τῆς πρώτης προτέρα, οὕτως οὐδὲ τῆς ἐσχάτης ἐσχατωτέρα. ὥστε οὖν εἰ μὲν εἶπεν "ἡ δευτέρα ὑπὲρ τὴν πρώτην," εἰκὸς ἦν καὶ τρί την οἰκοδομὴν προσδοκᾶν· εἰ δὲ τὴν δευτέραν ἐσχάτην ἐκάλεσε, τελευταίαν ἐκείνην οἰκοδομὴν προφανῶς τῆς τε πόλεως καὶ τοῦ ναοῦ παρεδήλωσε. καὶ μάτην ἀπατᾶσθε, ὦ Ἰουδαῖοι, τὴν πα λιγγενεσίαν τούτων μετὰ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου καθαίρεσιν ἀποκαραδοκοῦντες. ἀλλὰ μὴν καὶ ὁ ἱεροψάλτης ∆αβὶδ πρὸ τού των ἐκ προσώπου τῆς αἰχμαλώσεώς φησιν "ἐπὶ τὸν ποταμὸν Βα βυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών, καὶ ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς ὕμνους." καὶ ἐπάγει ἑτέρωθεν ἐπὶ τῆς πόλεως λέγων "οἰκο δομῶν Ἱερουσαλὴμ ὁ κύριος τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει." καὶ πάλιν ἐκ προσώπου τοῦ λαοῦ φάσκει "ἐν τῷ ἐπιστρέ