142
ψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ." οὐκοῦν ὑμεῖς πολὺ πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μήτε τὴν ἐν αὐταῖς μυστικὴν καὶ θεόπνευστον πρόρρησιν. περὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας ταύτης οὔτε χρόνον ὥρισεν ὁ θεὸς οὔτε ἀποκατάστασιν ἐδήλωσεν ὁ προφήτης, ἀλλὰ τὴν μὲν αἰχμαλωσίαν καὶ τὴν τῆς βασιλείας ὑμῶν κατάπαυσιν καὶ τὴν τῆς πόλεως ἐρήμωσιν πάντες οἱ προφῆται προανήγγειλαν, τὴν δὲ ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀνόρθωσιν οὐδαμῶς, πλὴν μόνον τὸν παντελῆ ταύτης ἀφανισμὸν καὶ τὸν ὄλεθρον ὑμῶν καὶ τὴν 1.389 διηνεκῆ τιμωρίαν καὶ διασπορὰν εἰς πάντα τὰ ἔθνη. φησὶ γὰρ ὁ ἀρχάγγελος πρὸς τὸν ∆ανιήλ "ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐπερχομένῳ, καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ, καὶ ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρη μώσεως συντέλεια δοθήσεται." διὰ μὲν γὰρ τοῦ χρίσματος τὴν ἱερωσύνην ἐδήλωσε, διὰ δὲ τοῦ κρίματος τὴν βασιλικὴν καὶ πολι τικὴν κατάστασιν καὶ τῶν ἄλλων ἁπάντων τὴν ἀναίρεσιν ὑπέφηνε, διὰ δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς ἐκκοπῆς καὶ τῆς συντελείας τὴν ἄρδην ἔκπτωσιν καὶ πανωλεθρίαν ἐσήμανεν. ὅταν οὖν ἀκούεις, ὦ Ἰουδαῖε τυφλέ, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; εἰ δὲ ἀναγινώσκων οὐκ ἐπιγινώσκεις, ὥσπερ οὖν οὐδὲ ἐπιγινώσκεις ὄντως, περὶ τῆς ἀπροσδοκήτου σου ἀνακλήσεως, καὶ διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν ἀπομαχόμενος οὐ νοεῖς, ἄκουσον ἐν παρεκβάσει τὰς φωνὰς τῶν προφητῶν, καὶ παῦσαι τοῦ λοιποῦ φιλονεικῶν καὶ ἀνοηταίνων. ὁ προφήτης Ὠσηὲ οὕτως λέγει "καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ, καὶ οὐ μὴ προσθῶ ἔτι τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ, λέγει κύριος. καὶ ἐμίσησα αὐτοὺς διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, καὶ οὐ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς, λέγει κύριος. ἐπόνεσεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ καὶ ἐξηράνθη, καὶ καρπὸν οὐκ ἔτι οὐ μὴ ἐνέγκῃ. καὶ ἀπώ σεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν." ἔφη γοῦν καὶ Μαλαχίας "οὐκ ἔστι 1.390 μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκρά τωρ, ἡμεῖς δὲ βεβηλοῦτε αὐτό, διὰ τοῦτο δώσω ὑμᾶς ἐξουθενη μένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἄνθ' ὧν οὐκ ἐφυλά ξατε τὰς ἐντολάς μου." διό φησιν Ἱερεμίας "τάδε λέγει κύριος παντοκράτωρ. ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἰ ἔσται τοίνυν τοῦ λοιποῦ ὀνομαζόμενον τὸ ὄνομά μου ἐν παντὶ στόματι Ἰούδα." εἰ δὲ τὸ ὄνομα αὐτοῦ ἔφη περιαιρήσειν ἀπὸ Ἰουδαίων, εὔδηλον ὅτι καὶ τὸν νόμον καὶ τὰς θυσίας. οὐ τοίνυν προηγου μένως κατὰ θείαν γνώμην ἡ περὶ τῶν θυσιῶν ἐδόθη νομοθεσία· κἀντεῦθεν μὲν ταῦτα διὰ τῶν προφητῶν ἔφη "τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν σου;" καὶ "μὴ εὐχαὶ καὶ κρέατα ἀφαιροῦσι τὰς ἁμαρτίας σου; καὶ μὴ σφάγιον καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη μʹ;" καὶ "ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν;" διό, φησί, "θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας." καὶ "μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ θεός, ἢ τὸ ὑπακούειν αὐτοῦ;" καὶ "ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν." καὶ "εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν." καὶ "ὁλο καυτώματα οὐκ εὐδοκήσεις." καὶ δὴ καὶ τὰς ἑορτὰς ἐκβαλὼν 1.391 ἐπάγει λέγων "μεμίσηκα καὶ ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. καὶ ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων οὐκ ἀκούσομαι, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου, καὶ οὐ τοιαύτην νηστείαν ἐξελεξάμην." καὶ "δώσω ὑμῖν προστάγματα οὐ καλά, ἐν οἷς οὐ ζήσεσθε ἐν αὐ τοῖς." ὥστε οὖν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν καὶ οὐ κατὰ τὴν ἀγαθότητα δέδωκεν ὑμῖν ἐκεῖνα τὰ