143
προστάγματα πάντως, καὶ ἀλλοίωσις οὐκ ἔστιν. ἐπεὶ οὖν ἀγνώμων καὶ λίαν ἀχάριστος ὁ Ἰσραὴλ ἔκπαλαι γενόμενος, καὶ καταλείψας τὸν ὄντως ὄντα καὶ προόντα θεόν, τὸν ποιήσαντα καὶ εὐεργετήσαντα αὐτὸν πολυμερῶς καὶ πολυτρόπως, καὶ τέλεον ἀποστὰς ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ ἔθυσε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ τοῖς δαιμονίοις, καὶ λατρεύσας καὶ προσκυνήσας τῇ κτίσει περὶ τὸν κτίσαντα, λέγων τῷ ξύλῳ καὶ τῷ λίθῳ "θεός μου εἶ, σὺ μὲ γεγέννηκας," οὐκ ἔφριξεν ὁ τάλας καὶ ἀπόπληκτος ἀπαρνήσασθαι τὸν γεννήσαντα αὐτὸν θεὸν ζῶντα καὶ ἀληθινὸν καὶ ἐπιλαθέσθαι τοῦ τρέφοντος αὐτὸν θεοῦ. διὸ δὴ λοιπὸν ὡς ἄχρηστον προσώχθισεν αὐτῷ ὁ θεός, καὶ ἀπεστράφη παντελῶς, διὰ τοῦ μὲν ∆αβὶδ φάσκων "καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι, καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύεσθαι." ὡσαύτως καὶ διὰ Ζαχαρίου φησί "καὶ εἶπον, οὐ ποιμανῶ αὐτούς, ἀλλὰ τὸ ἀποθνῆσκον ἀποθνησκέτω καὶ τὸ ἀπολλύμενον ἀπολλυέσθω" καὶ τὰ λοιπά. κατεσθιέτω ἕκαστος 1.392 τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ οὕτω μισητὸν καὶ διεφθαρ μένον καὶ εἰς ἅπαν ἐβδελυγμένον διὰ τῶν αἰσχίστων καὶ θεοστυ γῶν ἐπιτηδευμάτων ἑαυτὸν ἀποφήνας εἰκότως εὖ μάλα δικαίως εἰς τέλος κατεβλήθη καὶ ἀπελείφθη, καθὼς πάλιν ὁ θεῖος Μαλαχίας φησίν "ἔπεσεν Ἰσραήλ, καὶ οὐ μὴ προσθήσει τοῦ ἀναστῆναι." οὕτω καὶ ὁ Ἠσαΐας φάσκει "τίς φείσεται ἐπὶ σοὶ Ἰσραήλ, ἢ τίς ἀνακάμψει σε εἰς εἰρήνην; λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου, καὶ διαφθερῶ σε, καὶ διασπερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν, καὶ δώσω ὑμῖν ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται." τῆς τοίνυν ἐσχάτης ἁλώσεως ταύτης καὶ τελευταίας τὰ δεινὰ καὶ φοβερὰ προδιαγο ρεύοντες ὅ τε μέγας καὶ θεορρήμων πάλιν Μωϋσῆς καὶ οἱ μετ' αὐ τὸν θεηγόροι Ἰεζεκιὴλ καὶ Ἱερεμίας, εὐκρινῆ λίαν καὶ σφόδρα δῆλα τοῖς πᾶσι καὶ τοῖς ἄγαν ἰδιώταις αὐτὰ πεποίηται. ὁ μὲν γὰρ Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ φησί "καὶ ἐπάξει κύριος ἔθνη ἐπί σε μακρόθεν, ἀπ' ἐσχάτου τῆς γῆς, ὡσεὶ ὅρμημα ἀετοῦ, καὶ ἔθνος ἀναιδὲς προσώπῳ, καὶ ἐκτρίψει σε ἐν πάσαις ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ ὀχυρά, ἐν οἷς σὺ πέποιθας ἐπ' αὐτοῖς. καὶ φάγῃ τὰ ἔγγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου, διὰ τὸ μὴ καταλελεῖφθαι ὑμῖν μηδὲν ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει, ᾗ ἂν θλίψῃ σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσί σου. καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ γυνὴ τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ 1.393 καταφάγεται κρυφῇ διὰ τὴν ἔνδειαν πάντων ἐν τῇ στενοχωρίᾳ ἐκείνῃ καὶ θλίψει. καὶ ἔσῃ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ ἐν διηγήματι πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος, ἕως ἂν ἐξολοθρεύσῃ σε· καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖς, ἀνθ' ὧν ὅτι ἦτε ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν. καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ' ὑμῖν, ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς ἀγαθῆς γῆς ἐκείνης, καὶ διασπερεῖ σε κύ ριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ' ἄκρου τῆς γῆς καὶ ἕως ἄκρου τῆς γῆς. ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τῶν ποδῶν σου. καὶ δώσει σοι κύριος ὁ θεὸς ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός. καὶ ἐρεῖς τὸ πρωῒ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς, πῶς ἂν γένοιτο τὸ πρωΐ;" ὁ δέ γε Ἰεζεχιὴλ ἔφη "τάδε λέγει Ἀδωναῒ κύριος. ἰδοὺ ἐγὼ ἐπὶ σέ, Ἱερουσαλήμ, καὶ ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν, καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτῶν. ἔτι διὰ τὰ βδελύγματά σου πάντα, διὰ τοῦτο πα τέρες φάγωνται τέκνα αὐτῶν ἐν μέσῳ σου, καὶ πατέρας φάγωνται τέκνα αὐτῶν. καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασπερῶ πάντας τοὺς καταλοίπους εἰς πάντα ἄνεμον, ἀνθ' ὧν τὰ ἅγιά μου ἐμίανας