144
ἐν πᾶσι τοῖς προσοχθίσμασί σου. κἀγὼ ἀπώσομαί σε, καὶ οὐ μὴ ἐλεήσω σε ἔτι. τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, 1.394 καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐνώπιόν σου, ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσεῖται κύκλῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασκορπιῶ. καὶ ὁ μὲν πόλεμος καὶ ἡ ῥομφαία ἔξωθεν, ὁ δὲ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὀλοθρεύσει. οἱ δὲ ἐξ αὐτῶν ἀνασωζόμενοι ἀναλαλωθήσονται. καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἐκ ῥομφαίας καὶ λιμοῦ καὶ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται τὰς ἀνομίας αὐτῶν πάσας ἐν τοῖς ἔθνεσι, καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ τύπτων." διὰ δὴ τοῦτό φησι καὶ ὁ ἱερὸς Χρυσόστομος "οὐκ ἀναιρεῖ πάντας ἄρδην, ἀλλὰ σκορ πίζει. τοῦτο γὰρ προϋπεμφαίνων ὁ θεῖος ∆αβὶδ ἔλεγε πρὸς αὐ τόν «μὴ ἀποκτείνῃς αὐτούς,» ἤτοι πάντας, «ἀλλὰ διασκόρπισον,» ἐξ αὐτῶν δήπουθεν, «ἐν τῇ δυνάμει σου.» περὶ δέ γε τῆς δευ τέρας αὐτοῦ ἐλεύσεως καὶ φανερώσεως καὶ πολλῆς καὶ ἀπαραμυ θήτου θλίψεως αὐτῶν εἶπε Ζαχαρίας «τότε ἥξει κύριος ὁ θεὸς ἡμῶν, καὶ ἔσται κοπετὸς μέγας ἐν Ἱερουσαλήμ. ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν.» ἀλλ' εἰς ὃν ἐξεκέντησαν; τί δέ ἐστι τὸ εἰς ὅν; σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν. πρὸ γὰρ τῆς φοβερᾶς παρουσίας τοῦ κυρίου, καθάπερ βασιλικὸν σημεῖον, τὸ λεγόμενον σίγνον κατὰ κοινὴν συνήθειαν προτρέχει τῆς Χριστοῦ παρουσίας, ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον καὶ προευαγγελιζόμενον. καὶ φανήσεται ὁ σταυρὸς ἀπὸ τῆς γῆς ἀποκρύπτων τὸν ἥλιον καὶ ἀμβλύνων τὴν σελήνην, ὥς φησιν ὁ κύριος «τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ.» καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Ζαχαρίου, τὴν λέξιν αὐτὴν μετήγαγεν ὁ Χριστὸς λαβὼν εἰς ἀλήθειαν, λέγων 1.395 "τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν." ὁ δέ γε Ἱερεμίας ὁμοίως φά σκει "τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. ἰδοὺ ἐπάγω ἐγὼ ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφό τερα τὰ ὦτα αὐτοῦ, ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον. καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἰσραὴλ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν τῇ μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν. καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν αἰώνιον, ἵνα πάντες οἱ διαπορευόμενοι δι' αὐτῆς ἐκστήσωνται καὶ σκυθρω πάσωσι καὶ κινήσωσι τὰς κεφαλὰς αὐτῶν ἐπὶ πάσης τῆς πληγῆς αὐτῶν. καὶ ὡς ἄνεμον καὶ καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, καὶ δείξω αὐτοῖς ἡμέραν ἀπωλείας. καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τῶν θυγατέρων, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρί βεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. οὕτω ποιήσω, λέγει κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῇ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν, καὶ δώσω αὐτὴν εἰς διασκορπισμὸν πάσαις ταῖς βασιλείαις τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ." τί οὖν λοι πὸν τῶν θείων ῥημάτων τούτων ἐκφαντικώτερον ἢ ἀληθέστερον γένοιτ' ἄν; ὅρα οὖν, ἀνόητε καὶ ἀλόγιστε Ἰουδαῖε, εἰ μὴ πεπλή 1.396 ρωνται ταῦτα πάντα ἀπαραλείπτως κατὰ τὰς ἱερὰς προρρήσεις εἰς ὑμᾶς.
Kαὶ μέντοι καὶ τὰ ὑπὸ Χριστοῦ προκατηγγελμένα καὶ προηπειλημένα. φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἐν αὐτῇ ναοῦ "οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθου." ἆρα μεμένηκεν; οὐδαμῶς. καὶ "ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." ἆρα οὐκ ἠρήμωται; καὶ σφόδρα γε. καὶ "ἔσται θλῖψις οἵα οὐ γέγονεν." ἆρα οὐκ ἐγένετο; ἀνάγνωθι τὴν ἱστορίαν Ἰωσήπου, ἀνδρὸς Ἰουδαίου καὶ φιλαλήθους· καὶ οὐδὲ ἀναπνεῦσαι λοιπὸν δυνήσῃ, ἀκούων μόνον ἅπερ ἔπαθον οἱ ἄθλιοι τηνικαῦτα Ἰουδαῖοι διὰ τὴν κατὰ