145
Χριστοῦ μανίαν καὶ λύσσαν. ἵνα γὰρ μηδεὶς τῶν Ἰουδαίων ἀπιστήσῃ, οὐκ ἀλλόφυλόν τινα ἀλλ' ὁμόφυλον καὶ ὁμόπιστον καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ ἐλεεινὰ ἐκεῖνα καὶ δυσεξήγητα ἐκτρα γῳδῆσαι πάθη. τοιαύτην γὰρ θεήλατον ὑπέστησαν ἅλωσιν οἵαν οὐδ' ὁ σύμπας οἶδε χρόνος, ἀφ' οὗ γέγονεν ἐπὶ τῆς γῆς ἄνθρω πος. καὶ εἰκότως· ἕως μὲν γὰρ εἰς τοὺς ὁμοδούλους ἡμάρτανον, συγγνώμης ἐτύγχανον, ἡνίκα δὲ εἰς τὸν καινὸν δεσπότην ἐξήμαρ τον, ἀσυγγνώστως ἐκολάσθησαν. ὅτι δὲ ὁ Χριστὸς αὐτοῖς πε ποίηκε ταῦτα, ἄκουσον αὐτοῦ πάλιν καὶ διὰ παραβολῆς φάσκον τος "τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε." διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν "ἀρθήσε ται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς." καὶ πρὸς μὲν τὴν Ἱερουσαλὴμ φησίν "ἥξουσιν 1.397 ἐπί σε ἡμέραι, καὶ περιβαλοῦσί σοι οἱ ἐχθροί σου χάρακα, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσι τὰ τέκνα σου ἐν σοί·" πρὸς δὲ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐπάγει λέγων "ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." ὅπερ οὖν καὶ ὁ θεῖος ∆ανιὴλ προδηλῶν λέγει "καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ" τουτέστιν ὁ θεὸς καὶ πατὴρ πάν των Ἰουδαίων τὰ σεμνὰ καὶ περίβλεπτα ἀνατρέψει. ἀλλὰ καὶ ὁ υἱὸς ὁ Χριστός, ὁ παρ' αὐτῶν ὡς λυτρωτὴς προσδοκώμενος καὶ σωτήρ. οὐ γὰρ εἶπε "διαφθαρήσεται ἡ πόλις καὶ ὁ ναὸς σὺν τῷ ἡγουμένῳ," καθὼς ἀλόγως οἴονταί τινες, ἀλλὰ "διαφθερεῖ ὁ πατὴρ τὸν ναὸν καὶ τὴν πόλιν," συμπράττοντος δηλονότι καὶ τοῦ παροινηθέντος ὑπ' αὐτῶν ἡγουμένου. περὶ οὗ φησὶν ὁ Ἰακὼβ πρὸς τὴν Βηθλεέμ "ἐκ σοῦ ἐξελεύσεται ἡγούμενος" καὶ τὰ ἑξῆς. καὶ μέντοι καὶ πρὸς τοὺς ἀποστόλους οὕτω διηγόρευεν "ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω." ὃ δὴ καὶ πεπλήρωται, πρῶτον μὲν κατὰ καιρὸν τῆς ἁλώσεως καὶ ἐρημώσεως εἴς τε τὸ Ῥωμαϊκὸν στρατόπεδον, εἰσελ θὸν ἐν τῷ ἱερῷ καὶ τὴν πόλιν ἑλὸν κατὰ τὴν ἐρήμωσιν, ὥς τινες τὸ ῥηθὲν βδέλυγμα οὕτως ἐξειλήφασιν· ἀποτρόπαιοι γὰρ καὶ βδελυκτοὶ κατὰ τὸν νόμον ὑπάρχοντες εἰκότως προείρηνται βδέλυγμα ἐρημώσεως. ἔπειτα δὲ καὶ εἰς ὅπερ ἔστησεν Ἀδριανὸς ὁ βασιλεὺς εἴδωλον αὐτοῦ καὶ τὴν πόλιν τέλεον ἠρήμωσεν. ὁ δὴ Θεοδώρητος αὖθίς φησιν εἰς τὸν ∆ανιήλ "ἀρθήσεται θυσία καὶ σπονδὴ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα 1.398 ἐρημώσεως, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν," εἰκόνες τινὲς τοῦ Καίσαρος, ἀπηγορευμέναι τῷ νόμῳ, εἰς τὸν ναὸν εἰσκο μιζόμεναι παρὰ τοῦ Πιλάτου. καὶ ἵνα μὴ νομίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν, ἐπήγαγεν ὁ προφήτης "καὶ ἕως συντελείας καιροῦ συντέλεια δο θήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἕως γάρ φησι τῆς τοῦ κόσμου συν τελείας ἡ τῆς ἐρημώσεως συντέλεια μένει, μεταβολὴν οὐ δεχο μένη. τοῦτο καὶ ∆αβὶδ ἔφη "ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι· καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς." περὶ ταύτης γὰρ τῆς ἐσχάτης αἰχμαλω σίας τῶν ταλαιπώρων Ἰουδαίων καὶ ἡ θεολόγος ἔφη γλῶττα· φησὶ γάρ "τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην αὐτοὺς ἐλαύνοντος ἀπόνοιαν, ἣν κατὰ τοῦ σωτῆρος καὶ θεοῦ ὑμῶν ἐπενοήθησαν, τὸν ἐν ἀν θρώπῳ θεὸν ἀγνοήσαντες, καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόρρω θεν ἀπειλουμένην αὐτοῖς ἐφ' ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρα τοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, καὶ τὴν τελευταίαν αὐτῶν ἀπαγωγὴν καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγόν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν καὶ διασποράν, ἥν τε νῦν ἔχουσι καὶ ἣν ἐπὶ πλεῖστον ἕξουσι. πεί θομαι γὰρ ταῖς περὶ αὐτῶν προρρήσεσι· τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων καὶ λόγους ἐξισοῦν πάθεσι; ποῖαι βίβλοι ταῦτα χωροῦσι; μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκου μένη πᾶσα, καθ' ἣν ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόλις γινωσκόμενον." ὁ οὖν 1.399 Ἰώσηπος ἐν